Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Κωνσταντινούπολη ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Άλωση Κωνσταντινούπολης, 1453

Συγγραφή : Κυρίτσης Δημήτρης (24/4/2008)

Για παραπομπή: Κυρίτσης Δημήτρης, «Άλωση Κωνσταντινούπολης, 1453», 2008,
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Κωνσταντινούπολη
URL: <http://www.ehw.gr/l.aspx?id=10825>

Άλωση Κωνσταντινούπολης, 1453 (16/4/2009 v.1) Fall of Constantinople, 1453 (5/2/2009 v.1) 

Παραθέματα

 


Οι οθωμανικές δυνάμεις συγκεντρώνονται μπροστά από την Κωνσταντινούπολη:

ἦσαν δ’ αἱ πᾶσαι τὸν ἀριθμόν, ὡς ἐλέγοντο, τριακόσιαι καὶ πεντήκοντα ἄνευ μέντοι γε τῶν σκευαγωγῶν καὶ τῶν κατ’ ἄλλην τινὰ χρείαν ἢ ἐμπορίαν ἀφικνουμένων· αἱ δ’ ἀνήγοντο τάχει πολλῷ σὺν βοῇ καὶ θορύβῳ καὶ ἀλαλαγμῷ εἰρεσίᾳ τε χρώμεναι καὶ
παρακελευσμῷ καὶ πατάγῳ καὶ ἀντιφιλοτιμήσει πρὸς ἀλλήλας ὑπερηχοῦσαι μὲν τὸν Ἑλλήσποντον, ἔκπληξιν δὲ καὶ φόβον ὅτι πλεῖστον παρέχουσαι τοῖς ὁρῶσι. (3.) διὰ πολλοῦ γὰρ χρόνου οὐδαμοῦ τοσοῦτος στόλος νεῶν καὶ παρασκευὴ τοσήδε κατὰ θάλατταν ἐγεγόνει· ὃ δὴ καὶ μᾶλλον τοὺς ταλαιπώρους Ῥωμαίους ἐξέπληξε παρ’ ἐλπίδα φανὲν καὶ εἰς ἀπόγνωσιν καὶ ἀθυμίαν μεγίστην ἐνέβαλε καὶ πᾶσαν ἄλλην ἐλπίδα χρηστὴν αὐτῶν παρῄρηται. (4.) πρότερον μὲν γὰρ ἡνίκα προσέβαλλον αὐτοῖς οἱ πολέμιοι, κατὰ γῆν ἐπολιορκοῦντο καὶ μόνον, τῆς δὲ θαλάσσης ἐκράτουν, καὶ εἶχον τά τε ἐπιτήδεια ἄφθονα τῇ κατὰ θάλατταν ἐμπορίᾳ χρώμενοι τόν τε πόλεμον ῥᾳδίως ἀνέφερον καὶ τὰς προσβολὰς οὐ χαλεπῶς ἀπεκρούοντο διὰ πολυχειρίαν τῶν πολεμίων ἑνὶ μέρει καὶ μόνῳ τῷ κατὰ γῆν μαχομένων· νῦν δὲ κατά τε γῆν καὶ θάλασσαν ἐπιόντα ὁρῶντες τὸν πόλεμον εἰκότως ἐξεπλήττοντο καὶ εἰς ἀπορίαν μεγίστην καὶ φόβον δεινὸν ἐνέπιπτον. καὶ ὁ μὲν κατὰ θάλασσαν στόλος τῷ βασιλεῖ οὕτως ἀνήγετο.
1.23. (1.) αὐτὸς δὲ ἄρας ἐκ τῆς Ἀδριανοῦ παντὶ τῷ στρατῷ ἱππικῷ τε καὶ πεζικῷ διὰ τῆς μεσογείας ἐχώρει ἅπαντα συγκυκῶν τε καὶ συνταράττων καὶ φόβον καὶ ἀγωνίαν καὶ φρίκην μεγίστην ἐμποιῶν, καθ’ οὓς ἂν γένοιτο, συνεπαγόμενος ἅμα οἱ καὶ τὰς μηχανάς· καὶ ἀφικνεῖται δεκαταῖος ἐς τὸ Βυζάντιον καὶ στρατοπεδεύεται πρὸς τῇ πόλει ἐγγύς που τοῦ τείχους ὅσα ἀπὸ σταδίων τεττάρων πρὸς ταῖς καλουμέναις Πύλαις τοῦ Ῥωμανοῦ. (2.) αἱ δὲ νῆες ὁρμίζονται ἄλλῃ καὶ ἄλλῃ τῆς ἠπείρου καταντικρὺ τῆς πόλεως πληρώσασαι πᾶσαν τὴν ταύτῃ παραλίαν.

Μιχαήλ Κριτόβουλος, Ιστορία, 1.22-23 (CFHB 22, Berlin – New York 1983).

Προσπάθειες των Βυζαντινών να οχυρώσουν την πόλη:

Ῥωμαῖοι δὲ στρατὸν τοσοῦτον πεζόν τε καὶ ναυτικὸν καὶ παρασκευὴν τοσήνδε κατὰ γῆν καὶ θάλασσαν ἐπιοῦσαν ὁρῶντες ἐξεπλήττοντο μὲν τῷ τε παραλόγῳ τῆς θέας τῷ τε ἀθρόῳ τῆς ἐπιθέσεως, οὐ μὴν ἠμέλουν γε καὶ αὐτοὶ τῶν ἐς τὸν πόλεμον καὶ τὴν ἐναντίαν ἀντιπαρασκευήν, ἀλλὰ πάντα ἐποίουν μηδὲν ὑφιέντες. (2.) καὶ πρῶτον μὲν ὁλκάδας μεγάλας περί τε τὴν ἅλυσιν καὶ τὸ στόμα τοῦ μεγάλου λιμένος ἀντιπρῴρους βύζην ὥρμιζον καὶ τριήρεις μακρὰς περὶ αὐτὰς ὡς ταύτῃ τὸν ἔσπλουν τῶν πολεμίων κωλύσοντες.

Μιχαήλ Κριτόβουλος, Ιστορία, 1.24 (CFHB 22, Berlin – New York 1983).

Η άφιξη του Giustiniani ενισχύει την άμυνα της Κωνσταντινούπολης:

Ὁμοίως καὶ ἐκ τῆς Γενούας ἐλθὼν εἷς ὀνόματι Ἰωάννης Λόγγος ἐκ τῶν Ἰουστινιάνων σὺν δυσὶ νήαις ὑπερμεγέθοις, ἔχων καὶ πολεμικὰς παρασκευὰς πολλὰς καὶ καλὰς σὺν ἐνόπλοις νέοις Γενουίταις, ἀρεϊκὸν πνέοντας θυμόν· καὶ ὁ αὐτὸς Ἰωάννης ἐπιδέξιος ἀνὴρ καὶ εἰς παραταγὰς καὶ συνασπισμοὺς πολέμων δοκιμώτατος, ἐδεξιώσατο τοῦτον ὁ βασιλεὺς καὶ ῥόγας ἐμέτρησε τοὺς στρατιώτας αὐτοῦ καὶ εὐεργεσίας ἔνειμε καὶ πρωτοστράτορα τοῦτον ἐτίμησε· καὶ αὐτὸς τὴν φύλαξιν τῶν πρὸς τὸ παλάτιον κειμένων τειχέων ἀνελάβετο. Καὶ γὰρ ἦσαν ὁρῶντες τὸν τύραννον ἐκεῖ τὰς σκευὰς τὰς πετροβόλους πηγνύοντα καὶ τὴν ἄλλην πᾶσαν ἀντίμαχον ἐν τοῖς τοίχοις παράταξιν. Εὐεργέτησε δὲ τούτῳ καὶ διὰ χρυσοβούλλου γράμματος τὴν νῆσον Λῆμνον, εἰ ἀποκρουσθήσεται ὁ Μεχέμετ καὶ ὑποστραφήσεται ἄπρακτος, ἐξ ὧν θαῤῥεῖ κερδᾶναι τῆς Πόλεως. Ἔκτοτε οὖν ἐμάχοντο ἡρωϊκῶς οἱ Λατῖνοι σὺν τῷ Ἰωάννῃ ἐξερχόμενοι ἐκ τῶν πυλῶν τῆς πόλεως καὶ ἱστάμενοι ἐν τῷ ἐξωκάστρῳ καὶ ἐν τῇ τάφρῳ.

Δούκας, Ιστορία, Grecu, V. (ed.), Ducae Historia turco-byzantina (1341-1462) (Bucarest 1958), 38.2.

Η άλωση της Κωνσταντινούπολης και ο θάνατος του Κωνσταντίνου ΙΑ΄:

Καὶ τῇ κθ–ῃ Μαΐου, ἡμέρᾳ γ–ῃ, ὥρᾳ τῆς ἡμέρας ἀρχῇ ἀπῆρε τὴν Πόλιν ὁ ἀμηρᾶς, ἐν ᾗ ὥρᾳ καὶ ἁλώσει τῆς πόλεως καὶ ὁ μακαρίτης αὐθέντης μου καὶ βασιλεὺς κὺρ Κωνσταντῖνος σκοτωθεὶς ἀπέθανεν, ἐμοῦ πλησίον αὐτοῦ οὐχ εὑρεθέντος τῇ ὥρᾳ ἐκείνῃ, ἀλλὰ προστάξει ἐκείνου εἰς ἐπίσκεψιν δῆθεν ἄλλου μέρους τῆς πόλεως, ἰού, ἰοὺ κἀμοί, τῆς προνοίας οὐκ εἶδ’ εἰς τίνα με καιρὸν φυλαττούσης. (10.) Ἦν δὲ ἡ πᾶσα ζωὴ αὐτοῦ δὴ τοῦ μακαρίτου βασιλέως καὶ μάρτυρος χρόνοι μθʹ καὶ μῆνες γʹ καὶ ἡμέραι κʹ, ὧν ἦν βασιλεὺς χρόνους δʹ, μῆνας δʹ καὶ ἡμέρας κδʹ, ὄγδοος βασιλεὺς τοῦ γένους αὐτοῦ τῶν Παλαιολόγων ὑπάρχων.

Γεώργιος Σφραντζής, Χρονικόν, Grecu, V. (ed.), Georgios Sphrantzes. Memorii 1401-1477 (Scriptores Byzantini 5, Bucharest 1966), σελ. 49-50.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>