|
|
|
|
|
Παραθέματα
|
|
Η αναστήλωση της Αγίας Σοφίας από τον Μιχαήλ Η΄ Παλαιολόγο
ἔνθεν τὸν μέγαν καὶ περικαλλῆ τόνδε ναόν, τὸν ὃ πρὸς τὴν οἰκουμένην ἡ Κωνσταντίνου τοῦτο πρὸς ταύτην αὐτόν—ἐκείνη μὲν τὸ ἐξαίρετον, οὗτος δὲ τὸ θαυμάσιον, ἢ καὶ ἄμφω ἐξαίρετα καὶ ἄμφω θαυμάσια—ἔργον ἀμήχανον καὶ οἷον τοιοῦτον οὐδὲν γῆ καὶ ἥλιος ἀνθρώποις ἀνέδειξαν, οὗ καὶ μόνον μέρος ὁποιονοῦν εἰκάσειεν ἄν τις μεγάλῳ νεῷ, ὅλου δ’ αὐτοῦ τὸ ἐμβαδὸν εἰς εὐρύχωρον καὶ μεμηκυσμένον περίβολον—εἰ δὲ καὶ τὸν περίβολον ἐπιβλέψειεν, ἀποχρῶντα δοξάσειε πρὸς μεγάλης πόλεως μέγεθος—παντοίως ἐξωραΐσας τε καὶ λαμπρύνας οἶκον ἀπέδειξας τῆς τοῦ θεοῦ σοφίας ἐπάξιον·
Μανουήλ Ολόβωλος, Λόγος Γ' εις τον βασιλέα Μιχαήλ Παλαιολόγο, στο M. Treu (ed.), Manuelis Holoboli orationes (Potsdam 1907), σελ. 85.14-22.
Ο Θεόδωρος Μετοχίτης ανακαινίζει τη Μονή της Χώρας
πολλοὺς δὲ καὶ τῷ μονὴν εὐθὺς ἀναδεξαμένῳ καὶ ἐγκαινιζόντι φιλοτίμῳ γνώμῃ καὶ χειρὶ σοφοτάτῳ ἐκείνῳ ἀνδρὶ [Theodore Metochites] συνηράμην, ἐς ὅσα τε χρείας ἐκείνῳ καὶ ἡμῖν ἔδει καὶ ὅσα τὸ τοῦ φίλτρου δυνάμενον ἡμῖν ὑπηγόρευε...
Νικηφόρος Γρηγοράς, Ιστορία, I. Bekker - L. Schopen (ed.), Nicephori Gregorae historiae Byzantinae, τ. 2 (Bonn 1830), σελ. 1045.22-1046.2
|
|
|
|
|
|