1. Αναφορά του Θεοφάνη στην πυρκαγιά του 465
Τούτῳ τῷ ἔτει ἐμπρησμὸς μέγας γέγονεν ἐν Κωνσταντινουπόλει τῇ δευτέρᾳ τοῦ Σεπτεμβρίου μηνός, ἰνδικτικῶνος ιε', ἀρξάμενος ἀπὸ τοῦ νεωρίου καὶ φθάσας ἕως τοῦ ναοῦ τοῦ ἁγίου Θωμᾶ τῶν Ἀμαντίου. Μαρκιανὸς δὲ οἰκονόμος ἀνελθὼν εἰς τοὺς κεράμους τῆς ἁγίας Ἀναστασίας, κατέχων τὸ εὐαγγέλιον εὐχαῖς καὶ δάκρυσιν ἀβλαβῆ τὸν οἷκον διεφύλαξεν.
Θεοφάνης, Χρονογραφία, De Boor, C. (επιμ.), Theophanis Chronographia (Leipzig 1883), σελ. 112.
2. Ο Νικήτας Χωνιάτης περιγράφει την τρομερή πυρκαγιά που ξέσπασε στην Κωνσταντινούπολη στις 19/20 Αυγούστου 1203
Καὶ δὴ κατὰ πλείστους διαστάντες τόπους πῦρ ταῖς οἰκίαις ὑφάπτουσι. τὸ δὲ μεταρσιωθὲν ὑπὲρ ἔννοιαν τὴν νύκτα ὅλην ἐκείνην καὶ τὴν ἐπιοῦσαν ἡμέραν καὶ τὴν ταύτης διάδοχον ἑσπέραν τὸ πᾶν ἐπενέμετο. καὶ ἧν καινὸν τὸ ὁρώμενον καὶ πᾶσαν ὑπερβαῖνον λόγου δύναμιν· πολλῶν γὰρ καὶ ἄλλων τῇ πόλει πρότερον ἐμπρησμῶν, οὐμενοῦν εἴπῃ τις ὁπόσων καὶ οἵων γεγενημένων, ὁ τότε συμβὰς ἐναύσματα βραχέα τοὺς πάντας ἀπέδειξε. πολλαχοῦ γὰρ διαιρούμενος καὶ διασπώμενος τῆς συνεχείας αὗθις συνήρχετο καὶ ὡς εἰς ὅλκὸν ἕνα πυρόεντος συνήπτετο ποταμοῦ. ἀνετρέποντο στοαί, ἀγορῶν κάλλη κατερριπτεῖτο, κιόνων μέγεθος διεφορεῖτο καθ' ὕλην εὔπρηστον. οὗκ ἧν τῶν ὄντων οὐδέν, ὃ ἧν ἐκείνου τοῦ πορὸς σθεναρώτερον. τὸ δὲ δὴ καινότερον, ὡσεὶ ψωμοὶ πυρὸς ἐξ ἐκείνης τῆς βαρυβρόμου καὶ σιδηρᾶς ἐμπρήσεως ἀποσπώμενοι καὶ φερόμενοι διαέριοι τὰς πόρρωθεν οἰκοδομίας κατέφλεγον, κατὰ διαστήματὰ πως ἀκοντιζόμενοι καὶ ὡς οἱ ἐν αἰθέρι διᾴττοντες ἐκτεινόμενοι· καὶ τὸν ἐν μέσῳ χῶρον ἀθιγῆ τῷ τέως ἐῶντες καὶ ἀκατάπρηστον, μετὰ βραχὺ κἀκεῖνον ἐπανιόντες συνέμαρπτον καὶ ἠφάνιζον. ἐν πολλοῖς δὲ καὶ κατ' εὐθωρίαν τὸ πῦρ προϊόν, ὑπ' ἀνέμου βορρᾶ ἐλαυνόμενον, μετὰ βραχὺ παρεγκλῖναν, ὡς εἰ νότος αὐτὸ διερρίπιζεν, ὡρᾶτο δόχμιον, ἀμαυροῦν ἐπιστροφάδην καὶ τὰ ὅλως ἐμπρησθῆναι ανυπονόητα. ἐπελάβετο δὲ καὶ τοῦ Μεγίστου Νεὼ τὸ δεινόν.
Νικήτας Χωνιάτης, Χρονική διήγησις, Van Dieten, J.A. (επιμ.), Nicetae Choniatae Historia I (CFHB 11, New York – Berlin 1975), σελ. 553-554.