Ο τρόπος διακυβέρνησης του Αλέξιου Κομνηνού
῾Ο μὲν οὖν τοιοῦτος ἦν, ταῦτα δὲ καλὰ μὲν καὶ πῶς γὰρ οὔ; ἰδιώτῃ δ' ἀποχρῶντα πρὸς ἔπαινον, οὐ μήν γε καὶ βασιλέα δεικνύντα τὰ πάντα χρηστόν. οὐ γὰρ αἱ αὐταὶ βασιλέως καὶ ἰδιώτου γένοιντ' ἂν ἀρεταί ἰδιώτῃ μὲν γὰρ ἀπόχρη καὶ μέτριον ἦθος καὶ ἐπιείκεια καὶ τὸ πρὸς θυμὸν οὐκ εὐκίνητον καὶ τὸ σῶφρον τὸ πρὸς τὴν δίαιταν. βασιλεῖ δὲ πρὸς τούτοις καὶ ἡ τῆς δικαιοσύνης φροντὶς καὶ ἡ τῶν ὑπηκόων προμήθεια καὶ ἡ τῶν παλαιῶν ἠθῶν τοῦ πολιτεύματος τήρησις. τῷ δὲ μέλημα μᾶλλον ἡ τῶν ἀρχαίων ἐθῶν γέγονε τῆς πολιτείας ἀλλοίωσις, καὶ τὸ μεταλλάξαι ταῦτα ἔργον ἦν αὐτῷ σπουδαιότατον, καὶ τοῖς πράγμασιν οὐχ ὡς κοινοῖς οὐδ' ὡς δημοσίοις ἐκέχρητο καὶ ἑαυτὸν οὐκ οἰκονόμον ἥγητο τούτων, ἀλλὰ δεσπότην, καὶ οἶκον οἰκεῖον ἐνόμιζε καὶ ὠνόμαζε τὰ βασίλεια.
Ιωάννης Ζωναράς, Επιτομή Ιστοριών, L. Schopen (ed.), Ioannis Cantacuzeni eximperatoris historiarum libri iv, vol. 3, Corpus scriptorum historiae Byzantinae (Bonn: Weber 1832) σελ. 766