Η σφαγή στον Ιππόδρομο και το τέλος των αδελφών Υπατίου και Πομπηίου
καὶ ἐξελθόντες μετὰ τῶν ἰδίων αὐτῶν ἀνθρώπων ὥρμησαν εἰς τὸ Ἱππικόν, ὁ μὲν Ναρσῆς διὰ τῶν θυρῶν, ὁ δὲ υἱὸς Μούνδου διὰ τῆς σφενδόνης, καὶ ἄλλοι διὰ τοῦ μονοπόρτου τοῦ δεσποτικοῦ καθίσματος εἰς τὸ πέλμα, ἕτεροι δὲ διὰ τῶν Ἀντιόχου καὶ τῆς λεγομένης Νεκρᾶς πόρτας. καὶ ἤρξαντο κόπτειν τοὺς δήμους ὡς ἔτυχεν, ὥστε μηδένα τῶν πολιτῶν ἢ ξένων τῶν εὑρεθέντων ἐν τῷ Ἱππικῷ περισωθῆναι, ἐν οἷς ἐσφάγη καὶ Ἀντίπατρος ὁ βίνδιξ Ἀντιοχείας τῆς Θεουπόλεως. εὐθέως δὲ οἱ περὶ τὸν στρατηλάτην Βηλισάριν ἀνοίξαντες τὰς θύρας ἐπὶ τὸ δεσποτικὸν κάθισμα ὁρμήσαντες μετὰ σπαθαρίων, καὶ συλλαβόμενοι τὸν Ὑπάτιον μετὰ Πομπηίου τοῦ πατρικίου τοῦ αὐτοῦ ἐξαδέλφου εἰσήγαγον τῷ βασιλεῖ Ἰουστινιανῷ. οἵτινες εἰσενεχθέντες προσέπεσαν, λέγοντες, Δέσποτα, πολὺς ἡμῖν κόπος ἐγένετο, ὥστε συναγαγεῖν τοὺς ἐχθροὺς τοῦ κράτους ὑμῶν εἰς τὸ Ἱππικόν. καὶ λέγει αὐτοῖς ὁ βασιλεύς, Καλῶς ἐποιήσατε· ὅμως παρ᾿ ὃ ἐπείθοντο ὑμῖν κελεύουσιν αὐτοῖς, διὰ τί τοῦτο οὐκ ἐποιήσατε πρὸ τοῦ πᾶσα ἡ πόλις καυθῇ; καὶ λέγει τοῖς εὐνούχοις καὶ σπαθαρίοις αὐτοῦ καὶ Εὐλαλίῳ τῷ βαρβάτῳ καὶ τοῖς κανδιδάτοις. Λάβετε αὐτοὺς καὶ ἀποκλείσατε. καὶ ἔλαβον αὐτοὺς κάτω εἰς τὸ παλάτιον, καὶ ἀπέκλεισαν τὸν Ὑπάτιον καὶ τὸν Πομπήιον μόνους. ἐσφάγησαν δὲ τῇ αὐτῇ ἡμέρᾳ εἰς τὸ παλάτιν, ὡς λέγουσιν οἱ στοχασάμενοι, πολιτῶν καὶ ξένων ἀνδρῶν χιλιάδες λεʹ. καὶ οὐκέτι ἐφάνη δημότης πού ποτε, ἀλλὰ γέγονεν ἡσυχία ἕως ἑσπέρας.
Πασχάλιον Χρονικόν, Dindorf, L. (επιμ.), Chronicon Paschale I (CSHB, Bonn 1832), σελ. 626-627.