Η ίδρυση της Κωνσταντινούπολης κατά το Πασχάλιον Χρονικόν
Ἐπὶ τῶν προκειμένων ὑπάτων Κωνσταντῖνος ὁ ἀοίδιμος βασιλεὺς ἀπὸ Ῥώμης ἐλθών, καὶ διάγων ἐν Νικομηδείᾳ, μητροπόλει τῆς Βιθυνίας, ποιήσας πρόκεσσα ἐπὶ πολὺν χρόνον ἐν τῷ Βυζαντίῳ, ἀνενέωσε τὸ πρῶτον τεῖχος τῆς Βύζου πόλεως, ποιήσας καὶ προσθήκας τῷ αὐτῷ τείχει οὐκ ὀλίγας, καὶ συνῆψεν τῷ παλαιῷ τείχει τῆς πόλεως, καὶ ἐκάλεσεν αὐτὴν Κωνσταντινούπολιν, ἀναπληρώσας καὶ τὸ Ἱππικόν, κοσμήσας αὐτὸ χαλκουργήμασι καὶ πάσῃ ἀρετῇ, ποιήσας ἐν αὐτῷ κάθισμα θεωρίου βασιλικοῦ καθ’ ὁμοιότητα τοῦ ἐν Ῥώμῃ ὄντος. καὶ παλάτιον μέγα ποιήσας πλησίον τοῦ αὐτοῦ Ἱππικοῦ τὴν ἄνοδον ἀπὸ τοῦ παλατίου εἰς τὸ κάθισμα τοῦ Ἱππικοῦ διὰ τοῦ λεγομένου Κοχλίου, κτίσας καὶ φόρον μέγαν καὶ εὐπρεπῆ πάνυ· καὶ ἔστησεν ἐν μέσῳ κίονα πορφυροῦν μέγαν λίθου Θηβαίου ἀξιοθαύμαστον, καὶ ὑπεράνω τοῦ αὐτοῦ κίονος ἔστησεν ἑαυτοῦ ἀνδριάντα μέγαν, ἔχοντα ἐν τῇ κεφαλῇ αὐτοῦ ἀκτῖνας, ὅπερ χαλκούργημα ἤγαγεν ἀπὸ τῆς Φρυγίας. ὁ δὲ αὐτὸς βασιλεὺς Κωνσταντῖνος ἀφελὼν κρυπτῶς ἀπὸ Ῥώμης τὸ λεγόμενον Παλλάδιον ἔθηκεν αὐτὸ ἐν τῷ ὑπ’ αὐτοῦ κτισθέντι φόρῳ ὑποκάτω τοῦ κίονος τῆς στήλης αὐτοῦ, ὥς τινες λέγουσι τῶν Βυζαντίων ἐκ διαδοχῆς ἀκούσαντες. τὴν δὲ τύχην τῆς πόλεως τῆς ὑπ’ αὐτοῦ ἀνανεωθείσης ποιήσας θυσίαν ἀναίμακτον ἐκάλεσεν Ἀνθοῦσαν.
Dindorf, L. (επιμ.), Chronicon Paschale (Bonnae 1832), σελ. 527.18-528.18.
Η ίδρυση της Κωνσταντινούπολης κατά το Φιλοστόργιο
Τὴν τοίνυν Θρᾴκην Κωνσταντῖνος καταλαβὼν ἐς τὰ μάλιστα δὴ τότε εὐθηνουμένην, καὶ τὸ Βυζάντιον καταμαθὼν ὡς ἄριστα γῆς τε καὶ θαλάττης ἔχοι, ἱδρύθη δὴ ἐνταῦθα· καὶ τὸν αὐχένα τῆς χερρονήσου διαλαβών (χερρόνησος γάρ ἐστι τὸ χωρίον), ἐτείχιζεν ἐκ θαλάττης εἰς θάλατταν, ἐντὸς τά τε προάστεια καὶ τοὺς πλησίον λόφους ποιούμενος, ὡς τῆς κτιζομένης πόλεως διὰ πλάτους περιβολὴν μοῖραν εἶναι μικρὰν τὴν ἀρχαίαν πόλιν. ἔνθα γὰρ νῦν ὁ πορφυροῦς καὶ μέγας ἐστὶ κίων ἑστὼς ὁ τὸν αὐτοῦ κολοττὸν φέρων, ἐντεῦθεν τὴν ἀρχὴν ποιησάμενος, τὸ λοιπὸν ἅπαν ἐπί τε ἑκατέραν θάλατταν καὶ τὴν μεσόγειον ἁπλούμενον τῆς ἑαυτοῦ παλάμης καὶ δυνάμεως ἐξήνυσεν ἔργον. ᾿Ακήκοα δὲ ἔγωγε καὶ τοῦτο τῶν πρεσβυτάτων καὶ ἀξιολόγων διηγουμένων ὡς ὁ Κωνσταντῖνος, ὁπηνίκα τὰς πύλας ὁριούμενος τοῦ τείχους ἡγεῖτο τῶν ἑπομένων ἀφ' οὗ μέτρου τὸν περίβολον ἔδει τὴν ἐργασίαν λαβεῖν, ᾔει τὸ πρόσω βάδην τε χωρῶν καὶ τὸ δόρυ τῇ χειρὶ φέρων. ὡς δὲ πρῶτον ὑπερβὰς λόφον ἐπὶ δεύτερον ᾔει, καὶ τοῦτον ὑπερελθὼν ἔτι τὸ πρόσω προὔβαινε μείζον μῆκος διαμετρούμενος ἢ τοῖς ἀκολουθοῦσιν ἐφαίνετο μετρίως ἔχειν, προσελθών <τις> ἀπὸ τῶν παρρησίαν πρὸς αὐτὸν ἀγόντων ἤρετο· «ἕως ποῦ, δέσποτα;» ὁ δὲ διαρρήδην ἀποκρινάμενος· «ἕως ἄν, ἔφη, ὁ ἔμπροσθέν μου στῇ», ὡς γενέσθαι σαφὲς ὅτι ἀγγέλων τις ἐῴκει προπορεύεσθαι τὰ μέτρα παραδώσαν, ὡς πάνυ γε δὴ θεῷ κεχαρισμένως τῆς πόλεως ταύτης οἰκιζομένης, οὐκ ἔλαττον ἢ τὸ πάλαι τῆς ῾Ιερουσαλήμ· καὶ γὰρ καὶ ἤμελλε κἀνταῦθα κοινὸν συστήσασθαι πρυτανεῖον εὐσεβείας. ἕως γοῦν ὅποι τὸ φαινόμενον εἶδος χωροῦν ἔπειτα ἔστη καὶ διαλυθὲν ἦν ἀφανές, ἐκεῖ καὶ ὁ Κωνσταντῖνος παραγενόμενος τὸ δόρυ τε ἐπήξατο καὶ ἔφη διαρρήδην· «ἕως ἐνταῦθα», ἔνθα καὶ νῦν εἰσιν αἱ μεγάλαι πύλαι τῆς πόλεως. Τὴν δὲ πόλιν κτίσας ἔνδοξον αὐτὴν ἐκάλεσε ῾Ρώμην, οὕτω κατὰ τὴν τῶν ᾿Ιταλῶν γλῶτταν «῎Αλμα ῾Ρώμα» τὴν προσηγορίαν αὐτῇ θέμενος. καὶ βουλήν τε ἐν αὐτῇ σύγκλητον ἱδρύσατο καὶ σιτηρεσίου δαπάνην πολυτελεστάτην τοῖς οἰκήτορσι κατένειμε, καὶ τὸν ἄλλον ἐν αὐτῇ τῆς πολιτείας κατεστήσατο κόσμον, ὡς ἀρκεῖν εἰς ἀντίπαλον κλέος τῇ προτέρᾳ ῾Ρώμῃ.
Vita Constantini Cod. Angelic. A f. 25r [Franchi de' Cav. 97, s. ob. S. 17, 33]
πρβλ. [folgt Exc. Tripart. = Polyd. 268, 5—11. Theophan. 23, 22—27. Bios di Costantino ed. Guidi Rendic. Accad. Lincei 1907 S. 336, 15—19]. Ebd. f. 25v
Φιλοστόργιος, Εκκλησιαστική Ιστορία, στο Historia ecclesiastica (fragmenta e vita Constantini) (cod. Angelic. 22), ed. F. Winkelmann (post J. Bidez), Philostorgius. Kirchengeschichte, 3rd edn. Die griechischen christlichen Schriftsteller (Berlin: Akademie-Verlag, 1981), βιβλ. 2.9.