|
|
|
|
|
Παραθέματα
|
|
Το επίγραμμα του αυτοκράτορα Αναστασίου στην πρώτη μνημειακή Χαλκή Πύλη
Οἶκος Ἀναστασίοιο τυραννοφόνου βασιλῆος μοῦνος ὑπερτέλλω πανυπείροχος ἄστεσι γαίης, θαῦμα φέρων πάντεσσιν, ἐπεὶ κοσμήτορες ἔργων, ὕψος ὁμοῦ μῆκός τε καὶ ἄπλετον εὖρος ἰδόντες, ἀσκεπὲς ἐφράσσαντο πελώριον ἔργον ἐᾶσαι· ἀλλὰ πολυκμήτοιο λαχὼν πρεσβήια τέχνης Αἰθέριος πολύιδρις ἐμὴν τεχνήσατο μορφήν, ἀχράντῳ βασιλῆι φέρων πρωτάγρια μόχθων. ἔνθεν ἀπειρέσιον μέγεθος περὶ παντὶ τιταίνων Αὐσονίης νίκησα βοώμενα θαύματα γαίης. εἶξον ἀρειοτέροισι, χάρις Καπετωλίδος αὐλῆς, εἰ καὶ χαλκείων ὀρόφων ἀμαρύγματα πέμπεις· κρύψον ἀμετρήτων μεγάρων στεινούμενον αὐλαῖς, Πέργαμε, φαιδρὸν ἄγαλμα τεόν, Ῥουφίνιον ἄλσος· μηδὲ τανυπλεύροισιν ἀρηρότα, Κύζικε, πέτροις Ἀδριανοῦ βασιλῆος ἀμεμφέα νηὸν ἀείσεις. οὔ μοι Πυραμίδων ἰκέλη κρίσις οὐδὲ Κολοσσοῦ οὐδὲ Φάρου· μεγάλην μοῦνος δ’ ὑπερέδραμον αἴγλην. αὐτὸς ἐμὸς σκηπτοῦχος Ἰσαυροφόνον μετὰ νίκην χρυσοφαές με τέλεσσεν ἐδέθλιον Ἠριγενείης πάντῃ τετραπόρων ἀνέμων πεπετασμένον αὔραις.
Παλατινή Ανθολογία, επιμ. H. Beckby, Anthologia graeca, 3 (Munich 21968), 9:656.
Η εκ νέου ανέγερση της Χαλκής Πύλης από τον Ιουστινιανό Α΄
τοσοῦτον δὲ μόνον ἔν γε τῷ παρόντι γεγράψεται, ὡς τῶν βασιλείων τά τε προπύλαια καὶ ἡ καλουμένη Χαλκῆ μέχρι ἐς τὸν Ἄρεως καλούμενον οἶκον [...] τούτου δὴ ἔργα τοῦ βασιλέως τυγχάνει ὄντα.
Προκόπιος, Περί κτισμάτων, μτφρ. H.B. Dewing, Procopius, vol. 7: Buildings, I. 10.3 (Loeb Classical Libraby, Cambridge, Mass. and London 1979).
|
|
|
|
|
|