Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Κωνσταντινούπολη ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Ρούμελι Χισάρ

Συγγραφή : Barker John (10/1/2008)
Μετάφραση : Πέτρακα Ελένη

Για παραπομπή: Barker John, «Ρούμελι Χισάρ»,
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Κωνσταντινούπολη
URL: <http://www.ehw.gr/l.aspx?id=12387>

Rumeli Hisar Fortress (2/12/2011 v.1) Ρούμελι Χισάρ (2/12/2011 v.1) 

Παραθέματα

Το κάστρο Πασκεσὲν (Bogaz Kesen) και ο Μωάμεθ Β΄

"Καὶ δὴ καταλαβὼν μίαν ῥαχίαν κάτωθεν τοῦ Σωσθενίου καλουμένην ἔκπαλαι Φονέαν, ἐκεῖ ὡς ἐν τριγώνῳ σχήματι τὸν θεμέλιον ὡρίσατο πηγνύναι·· ὃ καὶ γενόμενον, τὴν κλῆσιν τοῦ κάστρου Πασκεσὲν ἐκέλευσε καλεῖσθαι, ἐξελληνιζόμενον δὲ ἑρμηνεύεται κεφαλοκόπτης, ἔχων ἀντικρὺ καὶ τὸ φρούριον, ὃ ἐδείματο ὁ πάππος αὐτοῦ"

Δούκας, Τουρκοβυζαντινή ιστορία, Grecu, V. (επιμ.), Ducae Historia turco-byzantina (1341-1462) (Bucarest 1958), κεφ. 34.7.

Η αντίδραση των Κωνσταντινουπολιτών στο νέο της ανέγερσης του κάστρου από το Μωάμεθ Β΄

Μετὰ δὲ τοῦτο τὸ ἔργον ἑτέρου ἥψατο λίαν ἐπιζημίου καὶ θανασίμου κατὰ Ῥωμαίων. Χειμῶνος γὰρ ἀρξαμένου προστάγματα καὶ διαλαλιὰς ἔν τε δύσει ἔν τε ἀνατολῇ ἐν ἑκάστῃ ἐπαρχίᾳ τοῦ ἑτοιμάσαι οἰκοδόμους τεχνίτας χιλίους καὶ ἐργάτας κατὰ ἀναλογίαν τῶν τεχνιτῶν καὶ ἀσβεστοκαύστας καὶ ἁπλῶς εἰπεῖν πᾶσαν ἐργασίαν καὶ παρακομιδὴν τοῦ εἶναι ἑτοίμους ἐν ἔαρι εἰς κατασκευὴν κάστρου ἐν τῷ Στομίῳ τοῦ Ἱεροῦ ὑπεράνω τῆς Πόλεως. Τότε οἱ Ῥωμαῖοι ἀκούσαντες τὴν πικρὰν ταύτην ἀγγελίαν καὶ οἱ ἐν Κωνσταντίνου καὶ οἱ ἐν πάσῃ τῇ Ἀσίᾳ τε καὶ Θρᾳκῃ καὶ οἱ ἐν ταῖς νήσοις οἰκοῦντες χριστιανοὶ ὑπερήλγησαν, ἐξηράνθησαν. Οὐκ ἦν ἐν ἀλλήλοις γλῶσσα ἢ διαλαλιὰ πλήν· «Νῦν τὸ τέλος ἤγγισε τῆς Πόλεως· νῦν τὰ σήμαντρα τῆς φθορᾶς τοῦ ἡμετέρου γένους· νῦν αἱ ἡμέραι τοῦ ἀντιχρίστου· καὶ τί γένωμεν ἢ τί ποιήσωμεν: Ἀρθήτω ἀφ' ἡμῶν ἡ ζωὴ ἡμῶν, Κύριε· καὶ μὴ ἴδοσαν οἱ ὀφθαλμοὶ τῶν δούλων σου τὴν φθορὰν τῆς πόλεως· μηδὲ εἴπησαν οἱ ἐχθροί σου· Δέσποτα, ποῦ εἰσιν οἱ φυλάσσοντες ταύτην ἅγιοι;» -Ταύτην γὰρ τὴν φωνὴν σὺν κλαυθμῷ οὐ μόνον οἱ τῆς πόλεως, ἀλλὰ καὶ οἱ τῆς ἀνατολῆς σποράδην οἰκοῦντες χριστιανοὶ καὶ οἱ ἐν ταῖς νήσοις καῖ οἱ ἐν τῇ δύσει τὸ αὐτὸ μετὰ κλαυθμοῦ ἐβόων.

Δούκας, Τουρκοβυζαντινή ιστορία, Grecu, V. (επιμ.), Ducae Historia turco-byzantina (1341-1462) (Bucarest 1958), κεφ. 34.5.1-16

Η ανέγερση του Ρούμελι Χισάρ

τειχισμὸς τοῦ φρουρίου
ταῦτα οὖν ἅπαντα καλῶς ἀναθεωρήσας τε καὶ κατασκεψάμενος τῷ τε λογισμῷ ἄριστα διαγνούς, ἐπεί οἱ κατεφαίνετο τὸ χωρίον ἐπικαιρότατον, ἐνταῦθα τειχίζειν ἔγνω τὸ φρούριον· καὶ διαλαμβάνει δὴ σημείοις τὸν χῶρον, ὃν ἔμελλε τειχίζειν. σχεδιάσας δὲ τοῦ φρουρίου τὴν θέσιν τε καὶ τὸ μέγεθος τῶν τε πύργων καὶ μεταπυργίων τὰς βάσεις καὶ ἀποστάσεις ἔτι τε προπύργια καὶ ἐπάλξεις καὶ πύλας καὶ ὅσα ἄλλα καλῶς τε καὶ ὡς ἦν αὐτῷ κατὰ νοῦν, κατακερματίζει τοῖς ἐν τέλει κελεύσας ὅτι τάχιστα ἀνύτειν τὸ ἔργον καὶ ἆθλα προὔθηκε κάλλιστα τοῖς ἄριστα καὶ τάχιστα τοῦτο ἐξειργασμένοις· καὶ αὐτὸς δὲ τὸ παρὰ τὴν θάλασσαν μέρος τοῦ φρουρίου λαμβάνει.

σημείωσαι τὴν συντομίαν τοῦ τειχισμοῦ τοῦ φρουρίου καὶ ὡς ἦν ἐχυρώτατον
ἀρξάμενος δὲ τῆς οἰκοδομῆς μεσοῦντος ἔαρος ἤδη χειρί τε πολλῇ καὶ δαπάνῃ καὶ σπουδῇ καὶ ἀντιφιλοτιμήσει πάντων πρὸς τὸ ἔργον κεχρημένων πρὶν ὅλον τὸ θέρος ἐξήκειν τειχίζει τὸ φρούριον ἐρυμνότατον πάντῃ καὶ ἀσφαλέστατον καὶ τῶν πώποτε φρουρίων ὀνομαστότατον λίθοις τε μεγίστοις λογάδην ξυντεθειμένοις ἐξειργασμένον σιδήρῳ τε πολλῷ καὶ μολύβδω τοῖς γόμφοις ἐνισχημένοις καὶ πολλοῖς ἄλλοις κατωχυρωμένον τε καὶ κατησφαλισμένον πύργων τε πυκνότητι καὶ μεγέθει καὶ ἀσφαλείᾳ ἐς ὕψος ἠρμένων μεταπυργίων τε καὶ ἐπάλξεων καρτερότητι ὕψει τε καὶ τείχους παχύτητι.

Κριτόβουλος, Ιστορίαι, Reinsch, D.R. (επιμ.), Critobuli Imbriotae Historiae (Corpus Fontium Historiae Byzantinae 22, Berlin – New York 1983), I.11.1-3.

Δελτίο λήμματος

press image to open photo library
 
>>>