|
|
|
|
|
Παραθέματα
|
|
Μεταγενέστερος Βυζαντινός χρονογράφος αναφέρεται στη δράση του Θεόγνιδος κατά την Α´ Οικουμενική Σύνοδο (325):
αὕτη ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος συνεργίᾳ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος Ἄρειον καθεῖλε καὶ τοὺς ὁμόφρονας αὐτοῦ, Εὐσέβιον τὸν Νικομηδείας καὶ Θεόγνιν τὸν Νικαίας καὶ τοὺς περὶ αὐτούς, χωρὶς Εὐσεβίου τοῦ Παμφίλου συνθεμένου τῇ φωνῇ τοῦ ὁμοουσίου πρὸς τὸ παρόν, καὶ τούτους ἐξορίαις παρέπεμψεν, συμπαρόντος αὐτοῖς καὶ τοῦ πανευφήμου βασιλέως Κωνσταντίνου καὶ συνεργοῦντος ἐν πᾶσι τοῖς κατὰ θεόν, ἄλλους τε ἀντ’ αὐτῶν χειροτονηθῆναι ἐκέλευσε πίστεώς τε ἔκθεσιν ἔγγραφον ἐξήνεγκε τὴν κατὰ πᾶσαν ἐκκλησίαν ὀρθοδόξων νῦν ἀπαγγελλομένην. τότε Ἀρείου τοῦ δυσσεβοῦς παρόντος ἐν τῇ συνόδῳ καὶ κρινομένου, Εὐσέβιος ὁ Νικομηδείας καὶ Θεόγνις καὶ Μάρις καὶ Νάρκισσος καὶ Θεόφαντος καὶ Πατρόφιλος ἀντεποιοῦντο Ἀρείου, οἳ συντάξαντες πίστεως λόγον βλάσφημον ἐπέδωκαν τῇ συνόδῳ. τοῦ δὲ διαρρηχθέντος, οἱ πεποιηκότες τοῦτον ἀντιστραφέντες κατεδίκασαν Ἄρειον χωρὶς Σεκούνδου Πτολεμαΐδος τῆς Αἰγύπτου καὶ Θεωνᾶ τοῦ Μαρμαρικῆς, ὧν ἐκβληθέντων σὺν Ἀρείῳ καὶ ἀναθεματισθέντων, τὸ ἅγιον σύμβολον τῆς πίστεως ὑπηγόρευσαν ὑπογράψαντες ἅπαντες σὺν τῷ πανευσεβεῖ βασιλεῖ, καὶ εὐφήμησαν, καὶ οὕτω διελύθη ὁ σύλλογος.
Θεοφάνης, Χρονογραφία, de Boor, C. (επιμ.), Theophanis Chronographia (Leipzig 1883), σελ. 21.28-22.11.
|
|
|
|
|
|