Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Κωνσταντινούπολη ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω
->

Τριβωνιανός

Συγγραφή : Βενέτης Ευάγγελος (17/10/2003)

Για παραπομπή: Βενέτης Ευάγγελος, «Τριβωνιανός», 2003,
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Κωνσταντινούπολη
URL: <http://www.ehw.gr/l.aspx?id=6532>

Τριβωνιανός (4/8/2009 v.1) Tribonian - προς ανάθεση 

Παραθέματα

 

Ο σύγχρονος με τα γεγονότα ιστορικός Προκόπιος αναφέρεται στην προσωπικότητα του Τριβωνιανού και την απομάκρυνσή του το 532:
Τότε τῆς μὲν αὐλῆς ἔπαρχος Ἰωάννης ἦν ὁ Καππαδόκης, Τριβουνιανὸς δὲ, Πάμφυλος γένος, βασιλεῖ πάρεδρος· κοιαίστωρα τοῦτον καλοῦσι ῾Ρωμαῖοι. τούτοιν ἅτερος, Ἰωάννης, λόγων μὲν τῶν ἐλευθερίων καὶ παιδείας ἀνήκοος ἦν. οὐ γὰρ ἄλλο οὐδὲν ἐς γραμματιστοῦ φοιτῶν ἔμαθεν, ὅτι μὴ γράμματα, καὶ ταῦτα κακὰ κακῶς [γράψαι]· φύσεως δὲ ἰσχύϊ πάντων γέγονε δυνατώτατος ὧν ἡμεῖς ἴσμεν. γνῶναί τε γὰρ τὰ δέοντα ἱκανώτατος ἦν καὶ λύσιν τοῖς ἀπόροις εὑρεῖν. πονηρότατος δὲ γεγονὼς ἀνθρώπων ἁπάντων τῇ τῆς φύσεως δυνάμει ἐς τοῦτο ἐχρῆτο, καὶ οὔτε θεοῦ λόγος οὔτε ἀνθρώπων αὐτὸν αἰδώς τις ἐσῄει, ἀλλὰ βίους τε αὐτῷ ἀνθρώπων πολλῶν ἀπολλύναι κέρδους ἕνεκα καὶ πόλεις ὅλας καθελεῖν ἐπιμελὲς ἦν. χρόνου γοῦν ὀλίγου χρήματα μεγάλα περιβαλόμενος ἐς κραιπάλην τινὰ ἐκλελάκτικεν ὅρον οὐκ ἔχουσαν, ἄχρι μὲν ἐς τὸν τοῦ ἀρίστου καιρὸν ληιζόμενος τὰς τῶν ὑπηκόων οὐσίας, μέθῃ δὲ τὸ λοιπὸν καὶ σώματος ἔργοις ἀσελγέσιν ἠσχολημένος· κατέχειν δὲ ἑαυτὸν οὐδαμῆ ἴσχυεν, ἀλλὰ τά τε βρώματα μέχρι ἐς τὸν ἔμετον ἤσθιε καὶ τὰ χρήματα κλέπτειν μὲν ἦν ἐς ἀεὶ ἕτοιμος, προΐεσθαι δὲ καὶ δαπανᾶν ἑτοιμότερος. Ἰωάννης μὲν οὖν τοιοῦτός τις ἦν. Τριβουνιανὸς δὲ φύσεως μὲν δυνάμει ἐχρῆτο καὶ παιδείας ἐς ἄκρον ἀφίκετο τῶν κατ’ αὐτὸν οὐδενὸς ἧσσον, ἐς δὲ φιλοχρηματίαν δαιμονίως ἐσπουδακὼς οἷός τε ἦν κέρδους ἀεὶ τὸ δίκαιον ἀποδίδοσθαι, τῶν τε νόμων ἡμέρᾳ ἐκ τοῦ ἐπὶ πλεῖστον ἑκάστῃ τοὺς μὲν ἀνῄρει, τοὺς δὲ ἔγραφεν, ἀπεμπολῶν τοῖς δεομένοις κατὰ τὴν χρείαν ἑκάτερον. Ἕως μὲν οὖν ὁ δῆμος ὑπὲρ τῶν ἐν τοῖς χρώμασιν ὀνομάτων τὸν πόλεμον πρὸς ἀλλήλους διέφερον, λόγος οὐδεὶς ἦν ὧν οὗτοι ἐς τὴν πολιτείαν ἡμάρτανον· ἐπεὶ δὲ ξυμφρονήσαντες, ὥσπερ ἐρρήθη, ἐς τὴν στάσιν κατέστησαν, ἔκ τε τοῦ ἐμφανοῦς ἀνὰ πᾶσαν τὴν πόλιν ἐς αὐτοὺς ὕβριζον καὶ περιιόντες ἐζήτουν ἐφ’ ᾧ κτείνωσι. διὸ δὴ βασιλεὺς ἑταιρίζεσθαι τὸν δῆμον ἐθέλων ἄμφω τῆς ἀρχῆς ἐν τῷ παραυτίκα παρέλυσε.

Προκόπιος, Υπέρ των πολέμων, Haury, J. – Wirth, G. (επιμ.), Procopii Caesariensis opera omnia 1 (Leipzig 1963), 1.24.11-17.

Επιστροφή του Τριβωνιανού στη θέση του:
Τριβουνιανὸς δὲ καὶ Ἰωάννης τῆς τιμῆς οὕτω παραλυθέντες χρόνῳ ὕστερον ἐς ἀρχὰς τὰς αὐτὰς κατέστησαν ἄμφω. ἀλλὰ Τριβουνιανὸς μὲν ἔτη πολλὰ ἐπιβιοὺς τῇ τιμῇ ἐτελεύτησε νόσῳ, ἄλλο οὐδὲν ἄχαρι πρὸς οὐδενὸς παθών. ἦν γὰρ αἱμύλος τε καὶ τἄλλα ἡδὺς καὶ τῆς φιλοχρηματίας τὸ νόσημα ἐπισκιάσαι ἱκανώτατος τῆς παιδείας περιουσίᾳ.

Προκόπιος, Υπέρ των πολέμων, Haury, J. – Wirth, G. (επιμ.), Procopii Caesariensis opera omnia 1 (Leipzig 1963), 1.25.1-2.

Ο Προκόπιος αναφέρεται στο τέλος του Τριβωνιανού:
ὁ δὲ βασιλεὺς οὗτος πρῶτον μὲν ἐπὶ ταύτης Τριβωνιανὸν κατεστήσατο, οὗπερ τὰ ἐπιτηδεύματα ἐν τοῖς ἔμπροσθεν λόγοις διαρκῶς εἴρητο. ἐπεὶ δὲ ὁ Τριβωνιανὸς ἐξ ἀνθρώπων ἠφάνιστο, μοῖραν μὲν αὐτοῦ της οὐσίας ἀφείλετο, καίτοι παιδός τέ οἱ ἀπολελειμμένου καὶ πλήθους ἐκγόνων, <ἐπεὶ> ἐπεγένετο τῷ ἀνθρώπῳ ἡ τέλειος ἡμέρα τοῦ βίου, Ἰούνιλον δὲ Λίβυν γένος ἐπὶ τῆς τιμῆς κατεστήσατο ταύτης […]

Προκόπιος, Ανέκδοτα, Haury, J. – Wirth, G. (επιμ.), Procopii Caesariensis opera omnia 3 (Leipzig 1963), 20.16-17.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>