Hdt., 1.142.11 and 1.147.6-8:
Αἵδε δὲ ἐν τῇ Λυδίῃ· Ἔφεσος, Κολοφών, Λέβεδος, Τέως, Κλαζομεναί, Φώκαια· αὗται δὲ αἱ πόλεις τῇσι πρότερον λεχθείσῃσι ὁμολογέουσι κατὰ γλῶσσαν οὐδέν, σφίσι δὲ ὁμοφωνέουσι.
Εἰσί δὲ πάντες Ἴωνες, ὅσοι ἀπ’ Ἀθηνέων γεγόνασι καὶ Ἀπατούρια ἄγουσι ὁρτήν. ἄγουσι δὲ πάντες πλὴν Ἐφεσίων καὶ Κολοφωνίων·
- The references of Herodotus prove the Ionian character of the settlement in Lebedus and is survival until the 5th c. BC.
Hipponax, Απ. F.,124 (West, M.L., Iambi et Elegi Graeci, ante Alexandrium cantata 1: Archilochus, Hipponax, Theognidea (Oxford 1971):
μηδὲ μοιμύλλειν Λεβεδίην ἰσχάδ’ ἐκ Καμανδωλοῦ.
- The earliest reference to Lebedus. The verse of Hipponax (iambic poet of the 6th century BC) mentions the dry figs the people of Lebedus had in an area called Kamandolos. According to information provided by Sextus Empiricus, a grammarian from Lebedus used the verse in order to settle a conflict with the neighbouring cities.
Paus. 1.9.7 and 7.3.5:
διέβη δὲ (Λυσίμαχος) καὶ ναυσὶν ἐπὶ τὴν Ἀσίαν καὶ τὴν ἀρχὴν τὴν Ἀντιγόνου συγκαθεῖλε· συνῴκισε δὲ καὶ Ἐφεσίων ἄχρι θαλάσσης τὴν νῦν πόλιν, ἐπαγαγόμενος ἐς αὐτὴν Λεβεδίους τε οἰκήτορας καὶ Κολοφωνίους, τὰς δὲ ἐκείνων ἀνελὼν πόλεις, ὡς Φοίνικα ἰάμβων ποιητὴν Κολοφωνίων θρηνῆσαι τὴν ἅλωσιν.
Λεβεδίοις δὲ ἐποίησε μὲν Λυσίμαχος ἀνάστατον τὴν πόλιν, ἵνα δὴ συντέλεια ἐς μέγεθος τῇ Ἐφέσῳ γένοιτο·
OGIS 222, 1-13 and 48:
--------------λε[-------| ------ τε]τράδι ἱσταμένου, ἵνα τὴ[ν | ἡμέραν ἐν ἧι ὁ βασιλεῦς Ἀντίοχος] ἐγεννήθη μετ’ εὐφημί[ας πάσης καὶ εὐχαριστίας διάγ]ωμεν· δίδοσθαι δὲ τῶμ ||5 [πανηγυριζόντων ἑκάστωι τοσοῦτον] ὅσον καὶ εἰς τὴν Ἀλε|[ξάνδρου ἡμέραν τὴν γενεθλ]ίαν δίδοται· ὅπως δὲ καὶ | [τὴμ προαίρεσιν τοῦ κοινοῦ τῶν] Ἰώνων περὶ τῶν τιμῶν εἰ|[δῶσιν ὁ βασιλεῦς Ἀντίοχος καὶ ἡ] βασίλισσα Στρατονίκη, | [αὐτίκα μὲν ἑλέσθαι ἐκ τῶν ἡκόντ]ων δύο ἀφ’ ἑκάστης πόλε||10 ως πρέσβεις πρότερον ἤδη πρεσ]βεύσαντας πρὸς τὸν βα|[σιλεία Ἀντίοχον, τούτους δὲ τ]ὸ τε ψήφισμα τόδε ἀποδοῦ|[ναι τῶι βασιλεῖ παρὰ τοῦ κοινοῦ] τ[ῶμ πόλεων τῶν Ἰάδων ἐμ | [βραχυτάτωι καὶ πράξασθαι ὅτι ἂ]ν ἀγαθὸν δύνωνται τῶι κ(ο)ι|[νῶι τῶμ πόλεων…
----Λε]βεδίων· Καπ----
- Resolution of the Ionian cities on the occasion of the birthday of Antioch I. The reference to the city of Lebedus proves the survival of the city after the attempts of Antigonus I and Lycimachus to destroy the city.
Robert, L.: 'Décret de Lébédos pour un juge de Samos', Hellenica. Recueil d’épigraphie, de numismatique et d'antiquités grecques 11-12 (Paris 1960), p. 205.
Ἐπὶ Μηνοδότου, Ποσιδεῶνος πέμπτηι
ἀπιόντος· ἐκκλησίας νομαίας οὔσης·
ἐπιστατοῦντος Ἀπελλέω τοῦ Ἀπολλωνίδου
καὶ ὀμόσαντος κατὰ τὸν νόμον. Ψήφισ-
μα παρὰ Λεβεδίων. Ἔδοξεν τῆι βουλῆι
καὶ τῶι δήμωι· γνώμη τιμούχων· ἐπειδὴ,
τοῦ δήμου πέμψαντος πρεσβευτὴν πρὸς
Σαμίους, φίλους καὶ συγγενεῖς τῆς πόλεως
ὑπάρχοντας, τὸν αἰτησόμενον δικαστὴν
καὶ γραμματέα, Σάμιοι βουλόμενοι χαρίζεσθαι
τῶι δήμωι ἀπέστειλαν πρὸς ἡμᾶς δικαστὴν
ἄνδρα καλὸν κἀγαθὸν Ἀπολλώνιον Δημητρίου,
ὃς παραγενόμενος τὰς μὲν διέλυσεν τῶν δικῶν,
τὰς δὲ ἐδίκασεν ὀρθῶς καὶ δικαίως καὶ τοῖς νό-
μοις καὶ τοῖς ψηφίσμασιν ἀκολούθως, ἀπέστειλαν
δὲ καὶ γραμματέα Ἀντίπατρον, ὃς ἀφικόμενος ἐπε-
[τέλ]ει τὰ καθ’ αὑτὸν ἀκολούθως τῆι τοῦ δικαστοῦ αἱ-
[ρέσ]ει· ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται συναντῶν εὐχα-
[ρίστως τοῖ]ς ἀξίοις τῶν ἄνδρῶν, προτρέπωνται δὲ καὶ οἱ
[λοιποὶ εἰς τὰ παρα]καλούμενα προθύμους ἑαυτοὺς ἐπι-
[διδόναι· δεδόχθαι τῆι βουλ]ῆι και τῶι δήμωι· ἐπηινῆσθαι
[μὲν τὸν δῆμον τὸν Σαμίων ἐπὶ τῶι ἐξ]αποστεῖλαι ἡμῖν
-------------------------------------------------------------- ΟΥΣΕ
- The honorary resolution of Lebedus, circa 200 BC, in favour of a Samian judge and a Samian grammarian. The epithet 'Lebedians' is used in a period the city was under Ptolemaic control.
Paus. 7.5.11:
Λεβεδίοις δὲ τὰ λουτρὰ ἐν τῇ γῇ θαῦμα ἀνθρώποις ὁμοῦ καὶ ὠφέλεια γίνεται·
Strabo, Geogr. 14.1.29 (C 633):
εἶτα Λέβεδος διέχουσα Κολοφῶνος ἑκατὸν καὶ εἷκοσιν (σταδίους)· ἐνταῦθα τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν ἡ σύνοδος καὶ κατοικία τε καὶ ἀγῶνες κατ’ ἔτος συντελοῦνται τῷ Διονύσῳ. ἐν Τέῳ δὲ ᾤκουν πρότερον τῇ ἐφεξῆς πόλει τῶν Ἰώνων, ἐμπεσούσης δὲ στάσεως εἰς Ἔφεσον κατέφυγον· Ἀττάλου δ’ εἰς Μυόννησον αὐτοὺς καταστήσαντος μεταξὺ Τέω καὶ Λεβέδου, πρεσβεύονται Τήιοι δεόμενοι Ῥωμαίων μὴ περιιδεῖν ἐπιτειχιζομένην σφίσι τὴν Μυόννησον, οἱ δὲ μετέστησαν εἰς Λέβεδον δεξαμένων τῶν Λεβεδίων ἀσμένως διὰ τὴν κατέχουσαν αὐτοὺς ὀλιγανδρίαν.
Michel, Ch., Recueil d’Inscriptions grecques (Bruxelles 1900), p. 484.
Ἐπὶ πρυτάνεως Ἀμύντορος. Ἔδο|ξεν Ἰώνων τῇ βουλῇ. Τῶν Λεβεδί|ων ἀξιο(ύ)ντων ἀναγράπψαι εἰς στή|λην τέλεσι τοῖς ἑουτῶν καὶ || στῆσαι εἲς Παν(ι)ώνιον περὶ | τῆς δίκης τῆς γενομένης περὶ | τῆς ἱερατείης τοῦ Διὸς τοῦ | [Β]ουληίου καὶ τῆς Ἥ[ρ]ης· δοῦ[ν]αι | αὐτοῖς κατάπερ [καὶ] αὐτοὶ ἀξιοῦσ[ιν]. || Ἐπὶ Χίου πρυτανέ[ο]ντος Λεβε|δίοις κατα---.
- Resolution of the boule of the Koinon of Ionians recognising the right of Lebedus to see to the cult of Zeus Bouleios and Hera. The last verse mentions the title of the prytanis in Lebedus.
Hor., Epist. 1.11.7:
Scis Lebedus quid sit: Gabiis desertior atque| Fidenis vicus
(Do you know what Lebedus is? A village more deserted than Γαβίους and Φιδήνες)