Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Κωνσταντινούπολη ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω
->

Basil Lekapenos

Συγγραφή : Stouraitis Ioannis (10/12/2003)
Μετάφραση : Andriopoulou Vera

Για παραπομπή: Stouraitis Ioannis, "Basil Lekapenos",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Κωνσταντινούπολη
URL: <http://www.ehw.gr/l.aspx?id=7374>

Βασίλειος Λεκαπηνός (27/5/2008 v.1) Basil Lekapenos (4/2/2009 v.1) 

Παραθέματα

 

An estimation of Basil Lakapenos’ abilities, in Theophanes Continuatus:

Μετὰ δὲ τὸ μόνον καταλειφθῆναι αὐτοκράτορα Κωνσταντῖνον, προεχειρίσατο Βασίλειον τὸν πρωτοβεστιάριον αὐτοῦ, τὸν ἀπὸ παλλακῆς φυσικὸν υἱὸν ῾Ρωμανοῦ τοῦ πρὸ αὐτοῦ βασιλέως, πατρίκιον καὶ παρακοιμώμενον καὶ παραδυναστεύοντα τῆς συγκλήτου. οὗτος δὲ ἦν ἐχέφρων καὶ λόγιος, καὶ τῷ βασιλεῖ ἐν πᾶσιν ὑπηρέτει αἰσίως καὶ πρεπόντως.

Theophanes Continuatus, Chronographia, Bekker, I. (ed.), Theophanes Continuatus (CSHB, Bonn 1838), pp. 442.18-443.1.

The Theophanes Continuatus account of Basil’s campaign in Samosata:

Τὸν δὲ πατρίκιον καὶ παρακοιμώμενον Βασίλειον ὁ πορφυρογέννητος κατὰ τοῦ ἀθέου Χαμβαδᾶ μετὰ ἐκστρατείας καὶ δυνάμεως λαοῦ καὶ πολλῆς ἐξοπλίσεως ἀποστέλλει. καὶ δὴ ταῖς ἐκείνου θεοπνεύστοις βουλαῖς καθοπλισθείς, τῆς βασιλικῆς οἰκίας καὶ τοῦ Βυζαντίου ἀπάρας, πρὸς τὰς τῶν ἀρνητῶν τοῦ Χριστοῦ γίνεται χώρας, καὶ πρῶτα μὲν πόλιν πορθεῖ Σαμοσάτων, Σύροις πάλαι κατῳκισμένην καὶ πρὸς τὴν ὄχθαν τοῦ Εὐφράτου παρακειμένην, δυσπόρθητον οὖσαν καὶ πολυάνθρωπον καὶ πλούτῳ πολλῷ ἐπιβρίθουσαν.

Theophanes Continuatus, Chronographia, Bekker, I. (ed.), Theophanes Continuatus (CSHB, Bonn 1838), p. 461.9-17.

The Byzantine historian Leo the Deacon narrates Basil Lakapenos’ involvement and activities in the revolt of Nikephoros Phokas (963):

ἐκ τούτου παῤῥησίαν ὁ Βασίλειος εἰληφώς, ὃς ἐκτομίας μὲν ἦν καὶ τῷ τοῦ παρακοιμωμένου καὶ αὐτὸς ἐπὶ τῶν τοῦ αὐτοκράτορος Κωνσταντίνου καιρῶν ἐνδιέπρεψεν ἀξιώματι, νόθος υἱὸς ἐκ Σκυθίδος τῷ παλαιοτάτῳ αὐτοκράτορι ῾Ρωμανῷ γεννηθείς, δραστήριος δέ, καὶ τὸ παριστάμενον αὑτῷ εἰς ἔργον ἐξενεγκεῖν προμηθέστατος, ἅτε τὸ γένος ἔχων ἐπίμικτον· τότε δὲ διάφορός τε, καὶ ἄλλως δύσνους τῷ Ἰωσὴφ διακείμενος, τοὺς οἰκογενεῖς θώραξι καὶ μίτραις, κράνεσί τε καὶ πέλταις, ὑσσοῖς τε και ξίφεσι καθοπλίσας, ὑπὲρ τοὺς τρισχιλίους χρηματίζοντας, τῇ οἰκίᾳ τοῦ Ἰωσὴφ καὶ τῶν αὐτῷ συνεργούντων ἅμα τῷ δήμῳ ἐπιτίθεται. καὶ εἰς διαρπαγὴν καὶ προνομὴν καὶ ἐρείπωσιν ταύτας περιστήσας ἐπὶ τὰ νεώρια ὥρμησεν, ἐκεῖθέν τε τὰς πυρφόρους τριήρεις, συνευδοκοῦντος τοῦ δήμου καὶ τῆς συγκλήτου, πρὸς τὸν Νικηφόρον ὁρμίσασθαι παρεσκεύασεν.

Leo the Deacon, Historia, Hase, C.B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (CSHB, Bonn 1828), p. 46.18-47.8.

The historian John Skylitzes provides an account of Basil Lakapenosactions supporting Nikephoros Phokas (963):

οὔπω παρῆλθεν ὁλόκληρος ἡμέρα, ἀφ’ οὗ τοῦτο εἴρηκε (κυριακὴ γὰρ ἦν, ἐννάτην ἄγοντος τοῦ Αὐγούστου μηνός), καὶ τῇ ἑσπέρᾳ τῆς αὐτῆς ἡμέρας Βασίλειος ὁ Κωνσταντίνου τοῦ βασιλέως παρακοιμώμενος, δυσμενὴς καὶ ἔχθιστος ὢν τῷ Ἰωσήφ, τοῖς ἑαυτοῦ φίλοις καὶ συγγενέσι τοὺς οἰκείους μίξας θεράποντας κατὰ πολλὰ μέρη τῆς πόλεως πέπομφεν εἰς τοὺς οἴκους τῶν ἀντιπραττόντων αὐτῷ. καὶ ἀπὸ πρώτης ὥρας τῆς δευτέρας ἡμέρας μέχρις ἕκτης κατέστρεψαν καὶ ἐξηδάφισαν οἰκίας πλείστας τῶν πολιτῶν, ὧν ἐπισημοτέρα ἦν ἡ τοῦ Ἰωσήφ. οὐ γὰρ μόνον τῶν ἀντιβαίνειν δοκούντων ἐμφανῶν καὶ πολιτικῶν ἀνδρῶν, ἀλλὰ καὶ πολλῶν ἄλλων εὐτελεστέρων, ὧν οὐκ ἀριθμητὸν τὸ πλῆθος, οἰκίαι κατεσκάφησαν. ᾧ γάρ ποτε διαφορὰ μετά τινος ἦν, πλῆθος ἀτάκτων μεθ’ ἑαυτοῦ ἐπαγόμενος, μηδενὸς κωλύοντος, τοῦτον ἠφάνιζε. πολλοὶ δ’ ἐν τῇ τοιαύτῃ ἀταξίᾳ καὶ ἄνθρωποι ἐφονεύθησαν. ταῦτα δὲ ποιοῦντες ἐν τε ταῖς πλατείαις τῆς πόλεως λεωφόροις ἔν τε ταῖς ἀγοραῖς ἔν τε τοῖς στενωποῖς Νικηφόρον ἀνευφήμουν καλλίνικον. τοῦτο τὸ ἔργον ἐξάγει μὲν τῆς μεγάλης ἐκκλησίας Βάρδαν τὸν πατέρα τοῦ Φωκᾶ, φυγάδα οἰκτρὸν καὶ ὅσον οὐδέπω τὸν κίνδυνον ἐκδεχόμενον, Ἰωσήφ τε τὸν παρακοιμώμενον, τὸν πρὸ τοῦ μεγάλα φυσῶντα καὶ ἐπαιρόμενον, εἰς αὐτὴν ἀντεισάγει ἱκέτην ἐλεεινὸν καὶ τὴν ἑαυτοῦ σωτηρίαν ἀμφίβολον ἔχοντα. οἱ δὲ περὶ τὸν παρακοιμώμενον Βασίλειον τριήρεις καταρτίσαντες καὶ τὸν βασιλικὸν εἰληφότες δρόμωνα μετὰ παντὸς τοῦ στόλου περαιούνται ἐν Χρυσοπόλει, καὶ τὸν Νικηφόρον ἐκεῖθεν ἀναλαβόμενοι ἄγουσιν εἰς τὸ Ἕβδομον, αὐτόθεν τε αὐτοί τε καὶ πᾶς ὁ δῆμος τῆς πόλεως μετ’ εὐφημιῶν καὶ κρότων καὶ σαλπίγγων καὶ κυμβάλων δημοσίας γενομένης προόδου διὰ τῆς Χρυσῆς πόρτης εἰσάγουσιν εἰς τὴν βασιλίδα.

John Skylitzes, Synopsis Historiarum, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (CFHB 5, Berlin – New York 1973), pp. 257.35-259.60.

Basil Lekapenos joins John I Tzimiskes (969):

Τοῦ δὲ αὐτοκράτορος Νικηφόρου τὸν τρόπον, ὃν εἴρηταί μοι, ἀναιρεθέντος, τὰς τῆς βασιλείας ἡνίας Ἰωάννης, ὁ κατ’ἐπίκλησιν Τζιμισκῆς, ὑποζώννυται. ἤδη δὲ τετάρτης φυλακῆς τῆς νυκτὸς ἀρχομένης, ἑβδόμης ἡμέρας διαφανούσης, ἑνδεκάτης τελούσης τοῦ Δεκεμβρίου μηνός, κατὰ τὴν τρισκαιδεκάτην ἴνδικτον τοῦ ἑξακισχιλιοστοῦ τετρακοσιοστοῦ ἑβδομηκοστοῦ ὀγδόου ἔτους, λογάδων ἀνδρῶν στίφος, διὰ τῶν ἀγυιῶν τοῦ ἄστεος διερχόμενον, αὐτοκράτορα ῾Ρωμαίων τὸν Ἰωάννην σὺν τοῖς τοῦ ἤδη βασιλεύσαντος ῾Ρωμανοῦ παισὶν ἀνηγόρευον· οἷς ἐκ διαστήματος ἐφείπετο Βασίλειος ὁ Νόθος, ῾Ρωμανοῦ τοῦ πάλαι αὐτοκράτορος ἐκ Σκυθίδος υἱός, τῷ τοῦ προέδρου ἐκδιαπρέπων ἀξιώματι. Νικηφόρος δέ, μόνος τῶν λοιπῶν σεβαστῶν, ἐς γέρας τῷ ἀνδρὶ ταύτην ἐκαινοτόμησε τὴν τιμήν· ὅσπερ, εἰ καὶ ἐκτομίας ἐτύγχανεν, ἀλλὰ τὴν ἄλλως δραστήριός τε καὶ ἀγχίνους ὑπῆρχεν ἀνήρ, εὐφυῶς τοῖς πράγμασιν ἐν περιστάσεσιν ἁρμοττόμενος. συνωμότης δὲ ὢν Ἰωάννῃ, καὶ λίαν ἐκτόπως αὐτῷ φιλικῶς διακείμενος, ἐσκήπτετο πρότερον νοσεῖν, κἄπειτα πονήρως εἶχε, καὶ κλινοπετὴς ἦν. νύχιον οὖν τὴν τοῦ Νικηφόρου μεμαθηκὼς ἀναίρεσιν, τῷ προειληφότι στίφει μετὰ σπείρας γενναίων νεανίσκων ἐπισπόμενος, σεβαστὸν βασιλέα ῾Ρωμαίων τὸν Ἰωάννην ἀνεκήρυττεν· εἰς τὰ βασίλειά τε αὖθις ἀνῄει, καὶ περὶ τῶν κοινῶν Ἰωάννῃ συνέπραττε, τὴν τοῦ παρακοιμωμένου πρὸς ἐκείνου τιμὴν εἰληφώς.

Leo the Deacon, Historia, Hase, C.B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (CSHB, Bonn 1828), pp. 93.1-94.15.

Collaboration of Basil Lakapenos with the new emperor John Tzimiskes:

εὐθὺς οὖν Βασίλειον τὸν παρακοιμώμενον, ὃν Νικηφόρος ὁ βασιλεὺς οὐ μικρὰ συμβαλλόμενον αὐτῷ πρὸς τὴν τῆς βασιλείας κατάσχεσιν πρόεδρον τετίμηκε, μήπω πρότερον ὄντος τοῦ ἀξιώματος, πρώτου δ’ αὐτοῦ τοῦτο ἐφευρηκότος, νυκτὸς μεταπεμψάμενος κοινωνὸν τῆς ἀρχῆς προσελάβετο, ἅτε ἐν πολλοῖς χρόνοις τά τε πολιτικὰ μετελθόντα ἐπὶ τοῦ οἰκείου πατρὸς ῾Ρωμανοῦ τοῦ γέροντος καὶ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου τοῦ γαμβροῦ αὐτοῦ, καὶ πλειστάκις κατὰ τῶν Ἀγαρηνῶν ἐκστρατεύσαντα, καὶ δυσχερείαις πραγμάτων εἰδότα εὐφυῶς προσαρμόζεσθαι. ὃς εὐθὺς τὴν ἐπιτροπὴν εἰληφὼς τῶν πραγμάτων πάντας τοὺς εὔνοιαν τῷ Νικηφόρῳ φυλάττοντας ἐκ μέσου πεποίηκε, Λέοντα μὲν τὸν κουροπαλάτην ἐν Λέσβῳ περιορίσας καὶ Νικηφόρον βέστην τὸν τούτου υἱὸν ἐν τῇ Ἴμβρῳ, Βάρδαν δὲ τὸν νεώτερον δοῦκα τότε Χαλδίας καὶ Κολωνείας τυγχάνοντα τὴν ἀρχὴν ἀφελόμενος ἐν Ἀμασείᾳ παρέπεμψε γράμμασι. καὶ τοὺς ἄλλους δέ, ὅσοι πολιτικὰς ἢ στρατιωτικὰς μετῄεσαν ἀρχὰς τῶν ἀρχῶν παραλύσας, οἰκείους ἐπέστησε και τῷ νέῳ βασιλεῖ φυλάττοντας εὔνοιαν, τοῖς τε παρὰ τοῦ Νικηφόρου φυγαδευθεῖσι κάθοδον ἐπιτρέπει, καὶ πρό γε τῶν ἄλλων τοῖς ἀρχιερεῦσι, τῷ μὴ θέλειν ὑπογράψαι τῷ τόμῳ, ὃν εἰς κατατομὴν καὶ ὕβριν τῆς ἐκκλησίας ἐξεῦρεν ἐκεῖνος ἐξορισθεῖσιν, ὡς ἤδη φθάσας ὁ λόγος ἱστόρησεν.

John Skylitzes, Synopsis Historiarum, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (CFHB 5, Berlin – New York 1973), pp. 284.2-285.20.r

John Skylitzes recounts the conflict between Basil Lakapenos and the Empress Theophano:

εὐθέως οὖν ὁ Ἰωάννης ἐκείνους τε ἐξῶσε τῆς πόλεως καὶ τὴν Θεοφανὼ ἐν Προικοννήσῳ ἐξώρισεν. ἥτις ἐκεῖθεν ὕστερον λάθρᾳ φυγοῦσα καὶ τῇ μεγάλῃ προσφυγοῦσα ἐκκλησίᾳ, διὰ τοῦ παρακοιμωμένου Βασιλείου ἐκβληθεῖσα ἐν τῷ θέματι τῶν Ἀρμενιακῶν ἐξωρίσθη εἰς τὴν παρὰ τοῦ βασιλέως νεουργηθεῖσαν μονὴν τὴν Δαμίδειαν, ἐνυβρίσασα πρότερον εἰς τὸν βασιλέα πολλὰ καὶ ἐς τὸν Βασίλειον, Σκύθην καὶ βάρβαρον ἀποκαλέσασα καὶ κατὰ κόρρης αὐτῷ κονδύλους ἐπιτρίψασα.

John Skylitzes, Synopsis Historiarum, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (CFHB 5, Berlin – New York 1973), p. 285.34‑41.

The historian Leo the Deacon mentions Basil Lakapenos among the suspects for the murder of John Tzimiskes:

Ὁ δὲ αὐτοκράτωρ Ἰωάννης, τότε τῶν τῆς Συρίας ἀπάρας (ἐκεῖθεν γὰρ, ὅθεν ἐξέβην, ἐπάνειμι), ἐπὶ τὸ Βυζάντιον ἴετο. ὁρῶν δὲ κατὰ πάροδον τήν τε Λογγιάδα καὶ τὸν Δριζῆν, χώρας εὐγείους τε καὶ εὐδαίμονας, ἃς πολλοῖς ἱδρῶσι καὶ αἵμασιν ἡ ῾Ρωμαϊκὴ στρατιὰ τῇ βασιλείᾳ τὸ πρότερον ἀνεσώσατο, τότε δὲ παρὰ τοῦ προέδρου Βασιλείου καὶ παρακοιμωμένου κατεχομένας, ἤσχαλλεν, ὡς τὸ εἰκός, καὶ ἠνιᾶτο, καὶ τὴν πλεονεκτικὴν ἐκείνου βίαν ὠνείδιζεν. ὁ δὲ ἀναφανδὸν μὲν οὐκ εἶχεν ἀντιβαίνειν, τὴν τοῦ ἄνακτος δεδιὼς ἀγανάκτησιν· λαθραίως δὲ τὰ ἐκείνου ἐμυκτήριζε λόγια, καὶ τοῦτον, ἤδη βαρὺν αὑτῷ γεγενημένον δεσπότην, ἀμωσγέπως διενοεῖτο ἀποσκευάσασθαι.

Leo the Deacon, Historia, Hase, C.B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (CSHB, Bonn 1828), p. 176.14-24.

John Skylitzes suspects Basil Lakapenos of having poisoned the emperor:

Καὶ τὰς μὲν πειθοῖ καὶ λόγῳ, τὰς δὲ πολέμῳ καὶ βίᾳ ἀνακτησάμενος, καὶ πάντα κατὰ τὸ πρέπον καταστησάμενος, ἀνεζεύγνυε πρὸς τὴν βασιλίδα. γενόμενος δὲ κατὰ τὴν Ἀνάβαρζαν καὶ τὸν Ποδανδὸν καὶ τὰς λοιπὰς παροδεύων χώρας, καὶ βλέπων τὰ ἐν ποσί, κτήσεις τε ὁρῶν πολυτελεῖς καὶ χωρία εὐφυῆ τε καὶ πάμφορα, διεπυνθάνετο τοὺς παρευρημένους, τίνος ἂν καὶ εἶεν αὗται. ὡς δ’ ἐμάνθανε παρὰ τῶν ἐρωτωμένων, ὅτι περ τοῦ παρακοιμωμένου εἰσὶ Βασιλείου πᾶσαι, αὕτη μὲν καὶ αὕτη τῇ ῾Ρωμαίων προσκτηθεῖσαι ἔναγχος παρὰ Νικηφόρου τοῦ βασιλέως, αὕτη δὲ παρὰ τοῦδε τοῦ δομεστίκου τῶν σχολῶν, καὶ αὕτη παρὰ τοῦ δεῖνος, καὶ αὕτη καὶ αὕτη παρὰ σοῦ, καὶ τῷ Βασιλείῳ δεδώρηνται, οὐδὲν δέ, ὅτι καὶ λόγου ἄξιον εἶδεν ὑπολελειμμένον τῶν προσκτηθέντων τῷ δημοσίῳ, γενόμενος περιαλγὴς καὶ βύθιον στενάξας· «δεινόν, ὦ παρόντες» ἔφη, «εἰ τὰ δημόσια καταναλίσκονται χρήματα καὶ τὰ ῾Ρωμαϊκὰ ταλαιπωροῦνται στρατεύματα καὶ οἱ βασιλεῖς ὑπερορίους ἀναδέχονται κόπους, τὰ δὲ ἐκ τῶν τοσούτων προσκτώμενα μόχθων ἑνὸς εὐνούχου γίνονται κτῆμα.» καὶ ὁ μὲν βασιλεὺς ταῦτα, τῶν τις δὲ παρόντων τῷ Βασιλείῳ τὸν τοῦ βασιλέως λόγον διαπορθμεύσας ἀνηρέθισε πρὸς ὀργήν. καὶ ἔκτοτε εὐκαιρίαν ἐζήτει τὸν βασιλέα ἀποσκευάσασθαι. θωπείαις οὖν ὑπελθών ποτε καὶ δώροις ἐξαπατήσας τὸν ἐγχεῖν εἰωθότα τὸν οἶνον τῷ βασιλεῖ, καὶ δηλητήριον κερασάμενος οὐ τῶν δραστικωτάτων καὶ ταχὺν ἐπιφερόντων τὸν κίνδυνον, ἀλλὰ τῶν σχολαίως καὶ κατὰ μικρὸν ἀναλισκόντων τὴν τοῦ πεπωκότος δύναμιν, κεράννυσι τῷ βασιλεῖ.

John Skylitzes, Synopsis Historiarum, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (CFHB 5, Berlin – New York 1973), pp. 311.93-312.20.

The later scholar Michael Psellos describes Basil Lakapenos’ position in power during the first years of Basil II:

Ὁ δέ γε Βασίλειος ἤδη τὴν τῶν ῾Ρωμαίων ἡγεμονίαν περιζωσάμενος, ἐβούλετο μὲν μηδένα κοινωνὸν ἔχειν τῶν φροντισμάτων, μηδὲ περὶ τῶν κοινῶν διοικήσεων σύμβουλον. Οὐκ εἶχε δὲ θαρρεῖν ἑαυτῷ, οὐδέπω πεῖραν εἰληφότι οὔτε τῶν στρατιωτικῶν καταλόγων οὔτε τῆς πολιτικῆς εὐνομίας· διὰ ταῦτα πρὸς τὸν παρακοιμώμενον ἀπεῖδε Βασίλειον. Ὁ δὲ ἀνὴρ οὗτος ἀξίωμα μέγιστον τῇ βασιλείᾳ ῾Ρωμαίων ἐτύγχανε γεγονώς, κατά τε φρονήματος ὄγκον, καὶ σώματος μέγεθος, καὶ μορφὴν τυρράνῳ προσήκουσαν· φὺς δὲ ἐκ τοῦ αὐτοῦ πατρὸς τῷ τοῦ Βασιλείου καὶ Κωνσταντίνου πατρὶ, τὰ ἐς μητέρα διήλλαττε· διὰ ταῦτα καὶ ἐκ πρώτης εὐθὺς ἡλικίας ἀποτέτμητο, ἵνα μὴ μᾶλλον ὁ ἐκ τῆς ἡμιγάμου τῶν γνησιωτάτων τὸ πρωτεῖον εἰς τὴν ἀρχὴν ἀπενέγκηται. Ἔστεργεν οὖν οὗτος τὰ ἐκ τῆς τύχης, καὶ τοῦ βασιλείου καὶ οἰκείου γένους ἐξήρτητο· προσέκειτο δὲ μάλιστα τῷ ἀνεψιῷ Βασιλείῳ καὶ ἠγκαλίζετο οἰκειότατα, καὶ ὡς εὔνους ἐτιθηνεῖτο τροφεύς. Διὰ ταῦτα καὶ ὁ Βασίλειος τὸν ὄγκον αὐτῷ τῆς ἀρχῆς ἀναθέμενος, αὐτὸς πρὸς τὴν ἐκείνου ἐπαιδοτριβεῖτο σπουδήν· καὶ ἦν ὁ μὲν παρακοιμώμενος οἷον ἀθλητὴς καὶ ἀγωνιστὴς, ὁ δὲ βασιλεὺς Βασίλειος θεωρός, οὐχ ὅπως ἐκεῖνον στεφανώσειεν, ἀλλ’ ὡς αὐτὸς δραμεῖται καὶ ἀγωνίσηται κατ’ ἴχνος ἐκείνῳ τὴν ἀγωνίαν τιθέμενος. Πάντα οὖν ἐντεῦθεν ὑπήκοα τῷ Βασιλείῳ ἐτύγχανεν ὄντα, καὶ πρὸς αὐτὸν καὶ τὸ πολιτικὸν ἑώρα, καὶ τὸ στρατιωτικὸν ἀπονενεύκει· καὶ πρῶτος αὐτός, ἢ καὶ μόνος, τῆς τε συνεισφορᾶς τῶν δημοσίων ἐφρόντιζε καὶ τῆς τοῦ κοινοῦ διορθώσεως· ἐδίδου δὲ ἐπὶ πᾶσι τὴν γλῶτταν καὶ τὴν χεῖρα ὁ βασιλεύς, τὰ μὲν συνηγορῶν ἐκείνῳ, τὰ δὲ καὶ ἐν γράμμασι βεβαιῶν.

Michael Psellos, Chronographia, Renauld, É. (ed.), Michel Psellos, Chronographie ou histoire d'un siècle de Byzance (976-1077) 1 (Paris 1926), p. 3.3.1-28.

The fall of Basil Lakapenos recounted by Michael Psellos in his history:

Οὐκ ἔτι οὖν οὐδὲ παραχωρεῖν τῆς τοῦ κοινοῦ διοικήσεως τῷ παρακοιμωμένῳ Βασιλείῳ ἐβούλετο, ἀλλ’ ἤχθητο τε αὐτῷ καὶ παντοδαπὸς ἦν μισῶν καὶ ἀποστρεφόμενος, καὶ οὔτε τὸ γένος, οὔτε τὸ πολλὰ ἐκεῖνον ὑπὲρ τούτου ποιῆσαί τε καὶ παθεῖν, οὔτε ἡ λαμπρότης τοῦ ἀξιώματος, οὔτε ἄλλο τι τῶν ἁπάντων εἷλκεν αὐτὸν εἰς εὐμένειαν, ἀλλὰ δεινὸν ἐποιεῖτο, εἰ βασιλεὺς ὢν καὶ εἰς τὴν φρονοῦσαν ἡλικίαν ἐληλακώς, παραδιοικεῖν ἀξιοῦται τὰ τῆς βασιλείας πράγματα, ὥσπερ εἴ τις ἕτερος οὐ βασιλείας ἐπειλημμένος, ἀλλὰ παραδυναστεύων ἑτέρῳ καὶ τὰ δευτερεῖα τῆς ἀρχῆς κομιζόμενος. Πολλοῖς δὲ περὶ τούτου κυμαινόμενος λογισμοῖς καὶ πολλὰς λαμβάνων μεταβολὰς καὶ τροπὰς, ἅπαξ ποτὲ τοῦ κρατήσαντος λογισμοῦ <γενόμενος, ἀφίστησιν> καὶ μεθίστησιν ἀθρόως τῆς διοικήσεως τὸν παρακοιμώμενον, καὶ ταῦτα, οὐ λειότητά τινα τῇ μεταστάσει προμηθευσάμενος, ἀλλὰ τὸν ἄγριον τρόπον καὶ ὃν ἄν τις οὐχ ὑπειλήφει· εἰς γὰρ ναῦν ἐμβιβάσας, ὑπερόριον ἐποιήσατο. Ἐντεῦθεν οὐ τέλος τῷ Βασιλείῳ ἡ μετάστασις γίνεται τῶν κακῶν, ἀλλ’ ἀρχὴ καὶ ὑπόθεσις· εὐθὺς γὰρ ἀναλύσας ταῖς ἐννοίαις ὁ βασιλεὺς ἐς τὴν πρώτην αὐτῷ τῆς αὐτοκρατορίας ἀρχήν, ἀφ’ ἧς διοικεῖν ὁ παρακοιμώμενος ἤρξατο, κατέδραμε τὴν ἐκεῖθεν ἐκείνου προμήθειαν, καὶ τῶν δρωμένων ὁπόσα μὲν αὐτῷ τε καὶ τῷ δημοσίῳ συντελοῦντα ἐτύγχανεν οὐκ ἠξίου παραποιεῖν, τὸ δ’ ὅσον εἰς εὐεργετημάτων καὶ ἀξιωμάτων ὄγκον ἔβλεπεν, ἀναλύειν ἐπειρᾶτο, ἐκεῖνα μὲν συνειδέναι, ταῦτα δὲ ἀγνοεῖν διϊσχυριζόμενος, καὶ πάντα τρόπον ὁπόσα εἰς κάκωσιν ἐκείνῳ καὶ συμφορὰν ἐμηχᾶνατο ποιεῖν. Ἀμέλει καὶ ἣν ἐκεῖνος ἐδείματο λαμπροτάτην μονὴν Βασιλείῳ τῷ πάνυ ἀναθέμενος, ἐπώνυμον τῆς ἑαυτοῦ κλήσεως, μεγαλοπρεπῶς μὲν κατεσκευασμένην καὶ πολλῇ δαπάνῃ χειρὸς τὸ ποικίλον μετὰ τοῦ καλοῦ ἔχουσαν, ἀφθόνοις δὲ χορηγίαις τὸ πλέον τοῦ αὐτάρκους ἀποκληρωσαμένην, ἐβούλετο μὲν ἐκ θεμελίων καθαιρήσειν, τὸ δὲ τῆς πράξεως ἀναιδὲς εὐλαβούμενος, τὸ μὲν ἐκεῖθεν ὑφῄρει, τὸ δὲ κατέσειεν, τὰ ἔπιπλα, τὰς ἐφηρμοσμένας λίθους, τὸ δ’ ἄλλο τι ποιῶν τοιουτότροπον, οὐκ ἀνίει ἄχρις οὗ φροντιστήριον ἰδεῖν, χαριεντισάμενος εἰπών, τὸ μοναστήριον δέδρακε, διὰ φροντίδος τιθεμένων τῶν ἐν αὐτῷ, ὅπως ἂν ἑαυτοῖς τὰ ἀναγκαῖα πορίσαιντο. Τοιούτοις οὖν ὁ παρακοιμώμενος καθ’ ἑκάστην τοξεύμασιν βαλλόμενος ὡς εἰπεῖν, ἀθυμίας τε ἐνεπίμπλατο, καὶ οὐκ εἶχεν ὅπως ἂν ἑαυτῷ τὰς ἀλγηδόνας ἰάσαιτο· παρηγόρει γὰρ αὐτὸν τῶν ὅλων οὐδέν· ὅθεν ἅπαξ ποτὲ ἀθρόον κατασεισθεὶς ὁ ὑπερμεγέθης ἐκεῖνος καὶ νέφους τὴν κεφαλὴν πληρωθείς, ἀκρατὴς ἑαυτοῦ ἐγεγόνει, καὶ τὰ μέλη παραλυθεὶς καὶ νεκρὸς ἔμψυχος γεγονὼς, μετὰ βραχὺ καὶ αὐτὴν ἀπέρρηξε τὴν ψυχήν, καὶ γέγονεν ὡς ἀληθῶς στήλη τῷ βίῳ καὶ διήγημα μέγα, μᾶλλον δὲ παράδειγμα τῶν ἐν γενέσει εὐμεταβόλου συγχύσεως. Ὁ μὲν οὖν τὴν ἀποκεκληρωμένην ἐπικλώσας ζωὴν ἀπελήλυθε.

Michael Psellos, Chronographia, Renauld, É. (ed.), Michel Psellos, Chronographie ou histoire d'un siècle de Byzance (976-1077) 1 (Paris 1926), p. 12, 19.1-21.11.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>