| |
|
|
|
|
|
Παραθέματα
|
| |
Patriarch Germanos intercedes with the emperor in favour of Holobolos. Manuel Holobolos replaces George Akropolites as teacher in the patriarchical school.
ιδ΄. Ὅπως τὸν Ὁλόβωλον μεταγαγὼν ὁ πατριαρχεύων εἰς τὴν τοῦ Θεοῦ ἐκκλησίαν ὀφφικίῳ ῥήτορος ἐτίμα καὶ διδάσκαλον καθίστα. Τὸ δὲ μεῖζον ὅτι καὶ φιλόλογος ὢν ἐς τὰ μάλιστα, τῷ Ὁλοβώλῳ, εὐφυεῖ γε ὄντι καὶ πλήρει λόγων, καὶ προσετετήκει, ὥστ' ἀποχρῶν κατὰ τὸ παρεστὸς ἡγούμενος, τοῦτο μὲν εἰς τὴν ἐκείνου παραμυθίαν, παθόντος οἷα πεπόνθει, τοῦτο δὲ καὶ εἰς τῶν ἐκκλησιαστικῶν ἀγωγὴν εἰς παίδευσιν λογικὴν, τὸ ἐκείνον ἐκ τῆς τοῦ Προδρόμου μονῆς ἐξελθεῖν καὶ προσοκεῖλαι τῇ ἐκκλησίᾳ, ἔργον πάσης ἀσχολίας ἐπέκεινα τίθεται τὸ ὑπὲρ τούτου πρεσβεῦσαι τῷ βασιλεῖ καὶ τὸ τῆς πρεσβείας ἐπαγωγὸν προβάλεσθαι, ὡς «Ἤδη μὲν ὁ Ἀκροπολίτης καὶ μέγας λογοθέτης Γεώργιος, ἐφ' ἱκανὸν ἐκ προστάξεως σῆς, βασιλεῦ, ἐνιδρώσας παραδιδοὺς τὰ μαθήματα, ἤδη καὶ ἀποκεκαμήκει, καὶ χρεία ἐστὶν ἄλλους ἀνάγεσθαι... Κατάνευε τοίνυν ἡμῖν ἀξιοῦσιν, ὡς ὑπὲρ τῆς ἐκκλησίας πρεσβεύουσι, καὶ ἐξευμενίζου τῷ Ὁλοβώλῳ, καὶ δέχομαι τοῦτον καὶ κατὰ τὸ εἰκὸς τιμῆσαι καὶ εἰς διδάσκαλον καταστῆσαι τοῖς προσφοιτῶσι τῆς λογικῆς παιδεύσεως». Καὶ ταῦτα μὲν τὸν πατριάρχην ἐκεῖνον εἰπεῖν, καὶ εἰπόντος εὐθὺς κατανεῦσαι τὸν βασιλέα καὶ τῇ ἀξιώσει καθυποκλῖναι.
A. Failler (ed.), Georges Pachymérès relations historiques IΙ (Paris 1984), p. 369.5-23.
|
| |
|
|
|
|