Niketas' reputation
Παῦλος δέ τις ὁσιώτατος ἀνὴρ τὸ κατ’ ἐκεῖνο καιροῦ σακελλάριος καὶ ἡγούμενος ὑπῆρχε τῆς τοῦ ἁγίου Φωκᾶ μονῆς ἐκ Παφλαγονίας ὁρμώμενος. οὗτος ἀνεψιὸν ἔσχεν Νικήταν τοὔνομα, ὃν παδείᾳ καὶ νουθεσίᾳ ἀνέτρεφεν […] οὗτος πάντα τὰ ἐν κόσμῳ καταφρονήσας τοῖς τε πένησι καὶ τοῖς μαθηταῖς διανείμας τὴν ὕπαρξιν ἀναχωρεῖ ἐπί τινα τοῦ Εὐξείνου πόντου τόπον […] χρόνου δὲ παρῳχηκότος, παρὰ τοῦ τὴν Θρᾴκην στρατηγοῦντος διαγνωσθεὶς καὶ κρατηθεὶς ὡς εἰς Βουλγάρους προσφυγεῖν καταγγελόμενος, τῷ βασιλεῖ δέσμιος παραπέμπεται. τοῦτον ὁ βασιλεὺς δεξάμενος καὶ ἀνακρίνας τὸ τί πρὸς Βουλγάρους θέλων ἀφίκοιτο ἠρώτα. «εἰ μὲν πρὸς αὐτῶν ὠφέλειαν, ἔδει καὶ ἡμᾶς τοῦτο προσυπομνησθῆναι», φησίν· «εἰ δὲ καθ’ ἡμῶν τῶν ὁμοφύλων, ποῖος νόμος σοι τοῦτο παρακελεύεται». ὁ δὲ προσαπελογεῖτο μήτε εἰς ἐνθύμιον αὐτοῦ τὸ τοιοῦτον εἰσδέξασθαι. καὶ ὁ βασιλεύς· «οὐδὲ τοῦτο καθομολογήσεις ὡς Χριστὸν σεαυτὸν ὠνόμασας;» ὁ δὲ καὶ τοῦτο ἀνεβάλλετο μὴ ποιῆσαι τὸ παράπαν διομνύμενος. ὡς δ’ ὁ βασιλεὺς ἐπέμενε, φησὶν ἐκεῖνος· «τοῦτο μὴ ταραττέτω τὴν βασιλείαν σου. γέγραπται γάρ· ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες».
Karlin-Hayter, P. (ed.), “Vita Euthymii Patriarchae CP (BHG 651)”, Byzantion 25-27 (1955-1957), XVI. «Περὶ τοῦ Νικήτα φιλοσόφου τοῦ Παφλαγόνος», pp. 110-112.
Niketas is accused as a writer of a libel against the emperor
καὶ πρὸς αὐτὸν ἔφη [ὁ αὐτοκράτορας]· «λέγε μοι, ἀνούστατε, οὐ κατὰ τοῦ κοινοῦ πατρὸς ἡμῶν καὶ πάσης τῆς ἱερᾶς ταύτης ὁμηγύρεως γέγραφας; οὐ κατ’ ἐμοῦ καὶ τῆς ἐμῆς βασιλείας τὴν γλῶτταν ἠκόνησας; λέγε μοι τὸ ἀληθές· καὶ γάρ, εἰ οὐκ ἐξείπῃς μοι, ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων σου προσθήσω». ὁ δὲ ἀνένευεν μηδὲν ἐπίστασθαι λέγων.
Karlin-Hayter, P. (ed.), “Vita Euthymii Patriarchae CP (BHG 651)”, Byzantion 25-27 (1955-1957), XVI. «Περὶ τοῦ Νικήτα φιλοσόφου τοῦ Παφλαγόνος», p. 112.
The patriarch intercedes for Niketas
πολλοὶ δὲ τῶν ἐκεῖσε παρόντων τῷ πατριάρχῃ ἐπετώθαζον ἐᾶσαι τῷ βασιλεῖ τὴν τῆς ἐκκλησίας ἐκδίκησιν ποιῆσαι, ἐξαιρέτως δὲ καὶ Παῦλος, ὁ τούτου θεῖος ὁ καὶ σακελλάριος, καὶ ὁ Ἀρέθας ἐκεῖνος, ὁ Καισαρείας πρόεδρος, ὃς καὶ μαθητὴν αὐτοῦ τοῦτον τυγχάνειν ἔλεγεν. ὁ δὲ πατριάρχης βεβαιοῖ τῷ τε βασιλεῖ καὶ πᾶσι τοῖς παροῦσιν […] τότε ὁ βασιλεὺς μόλις ποτὲ οὕτω τὴν συγχώρησιν ἀπένειμεν, καὶ προσκαλεσάμενος αὐτὸν καὶ παρ’ ἑαυτῷ ἔχειν βιασάμενος ἀναβαλλόμενον ὁρῶν ἀπέλυσεν. ὁ δὲ τὴν τῶν ἐχθραινόντων αὐτῷ δεδιὼς ἔφοδον ἐν προαστείῳ ἐξῄει τῆς τοῦ Ψαμαθία μονῆς Ἀγαθοῦ προσαγορευόμενον ἐνιαυτοὺς δύο ἐκεῖσε διαπεράνας ἀπρόοπτος.
Karlin-Hayter, P. (ed.), “Vita Euthymii Patriarchae CP (BHG 651)”, Byzantion 25-27 (1955-1957), XVI. «Περὶ τοῦ Νικήτα φιλοσόφου τοῦ Παφλαγόνος», p. 114.