Evidence on the translation of the relics of saint Euphemia in the Patria of Constantinople
Μετὰ τὸ ἀποθανεῖν Μαρκιανὸν τὸν βασιλέα ἐγένετο Εὐτύχους τινὸς μαθητὴς ὀνόματι Ἄκατος, διάκονος ὑπάρχων τοῦ ναοῦ τῆς ἁγίας Εὐφημίας· ὃς ἰδὼν ἡττηθέντας τοὺς κατὰ Εὐτύχην κατέλαβε Σεραπίωνα τὸ κάστρον· τοῦτο δὲ ἦν ἓν τῶν Περσῶν, Ῥήγιον τοὔνομα. Ἐμήνυσε δὲ Περιττίῳ τῷ καστροφύλακι τὰ τῆς ἀσθενείας τῶν ἐν Καλχηδόνι οἰκούντων· ὃς παρευθὺ τοῦ ἅρματος ἐπιβὰς— οὕτως γὰρ τοῖς ἐν Ῥηγίῳ καστροφύλαξι πέφυκε—μετὰ ἑβδομήκοντα χιλιάδων ἔρχεται ἐπὶ τὴν Καλχηδονίων μητρόπολιν· οἱ δὲ ἐκεῖσε προγνόντες ἔφυγον ἐν τῷ Βυζαντίῳ ἄραντες μεθ’ ἑαυτῶν καὶ τὰ τίμια λείψανα τῆς ἁγίας Εὐφημίας·
Pseudo-Kodinos, Patria Constantinopoleos, ed. Preger, T., Scriptores originum Constantinopolitanarum 2 (Leipzig 1907; repr. 1975), pp. 197-8.
False attribution of the church of St. Euphemia to Constantine I in the Patria of Constantinople
Ὁ μέγας Κωνσταντῖνος ἀνήγειρεν τῆς ἁγίας Εὐφημίας τῆς πανευφήμου τὸν ναὸν ἐν τῷ Ἱπποδρομίῳ τιμήσας αὐτὸν διὰ πολυτελοῦς ὕλης· παρελθόντων δὲ υμβʹ χρόνων, ἐλθόντος τοῦ μισοθέου Κοπρωνύμου, ἀρμαμέντον καὶ κοπροθέσιον τοῦτον ἐποίησεν καὶ τὸ λείψανον τῆς ἁγίας σὺν τῇ λάρνακι εἰς τὸν βυθὸν τῆς θαλάσσης ἀπέρριψεν· μετὰ δὲ χρόνους λζʹ Εἰρήνη ἡ εὐσεβεστάτη ἄνασσα ἡ Ἀθηναία τοῦτον πάλιν ἀνῳκοδόμησεν καὶ τὸ λείψανον εὑροῦσα ἔφερεν.
Pseudo-Kodinos, Patria Constantinopoleos, ed. Preger, T., Scriptores originum Constantinopolitanarum 2 (Leipzig 1907; repr. 1975), pp. 216-7.
The legends surrounding the alleged secularization of the church by Constantine V and its restoration by Eirene Athenaia
τοιοῦτον γοῦν τι καὶ εἰς τὸ τιμαλφέστατον λείψανον τῆς πανευφήμου μάρτυρος Εὐφημίας ὁ ἀνόσιος βασιλεὺς διεπράξατο βυθίσας αὐτὸ σὺν τῇ λάρνακι, μὴ φέρων ὁρᾷν μυροδοτοῦσαν αὐτὴν ἐπὶ παντὸς τοῦ λαοῦ καὶ ἐλέγχουσαν αὐτοῦ τὰ κατὰ τῶν πρεσβειῶν <τῶν ἁγίων> ληρήματα. ἀλλ’ ὁ θεὸς ὁ φυλάσσων τὰ ὀστᾶ τῶν εὐαρεστούντων αὐτῷ, κατὰ τὰ λόγια, ἀσινὲς τοῦτο διεφύλαξε πάλιν ἀναδείξας αὐτὸ ἐν τῇ Λήμνῳ νήσῳ. διὰ γὰρ νυκτερινῆς ὁράσεως κείμενον ἀρθῆναι προσέταξε καὶ φυλάττεσθαι. ἐπὶ δὲ Κωνσταντίνου καὶ Εἰρήνης τῶν εὐσεβῶν βασιλέων, ἰνδικτιῶνι δʹ, μετὰ τῆς πρεπούσης τιμῆς ἐπανῆλθεν ἐν τῷ τεμένει αὐτῆς, ὃ αὐτὸς μὲν ὡς τῶν ἐκκλησιῶν ἐχθρὸς κοινώσας ἀρμαμέντον καὶ κοπροθέσιον ἐποίησεν, αὐτοὶ δὲ ἀνακαθήραντες τοῦτο πάλιν καθιέρωσαν πρὸς ἔλεγχον μὲν τῆς τούτου ἀθεότητος, ἔνδειξιν δὲ τῆς τούτων θεοσεβείας.
Theophanes, Chronographia, I, ed. C. de Boor (Leipzig 1883, repr. Hildesheim 1980), pp. 439-40.