Ο λόγιος του 11ου αιώνα Μιχαήλ Ψελλός περιγράφει τη μονή του Αγίου Γεωργίου των Μαγγάνων
Ὁ δέ γε λόγος τὰς ὑπερβολὰς ἐκείνου καταιτιώμενος ἐπ’ αὐτὸ δὴ χωρεῖ τὸ κεφάλαιον, φημὶ δὴ ὃν ἐκεῖνος ναὸν τῷ μάρτυρι Γεωργίῳ καθίδρυσεν, ὃν δὴ πάντα συνέτριψε καὶ ἠφάνικε, καὶ τέλος καὶ αὐτὸν ἐκεῖνον τοῖς συντριβεῖσι προσέθετο· ἤρξατο μὲν οὖν αὐτῷ ἡ ὑπόθεσις οὐκ ἀπὸ κρείττονος ἀφορμῆς, περὶ ἧς οὐδὲν δέομαι λέγειν· ἐῴκει δὲ τὴν πρώτην οὐκ εἰς μέγα προχωρήσειν, θεμέλιοι γὰρ μέτριοι κατεβέβληντο, καὶ ἐπὶ τούτοις ἀνάλογα πάντα, τό τε ὕψος οὐ πάνυ αἰθέριον· εἶτα δὴ χρόνου διελθόντος τινὸς, ἔρωτές τινες αὐτὸν ὑπεξέκαιον ὥστε πρὸς πάσας τὰς πώποτε γεγονυίας ἁμιλληθῆναι οἰκοδομὰς καὶ ταύτας ὑπερβαλέσθαι μακρῷ· περίβολος γοῦν μείζων ἐκύκλου τὸ τέμενος, καὶ τῶν κρηπίδων αἱ μὲν ἀνερριπτοῦντο καὶ ἀνεχώνυντο, αἱ δὲ αὖθις βαθύτερον κατεχώννυντο, καὶ ἐπὶ τούτοις κίονές τε μείζους καὶ ποικιλώτεροι, καὶ τεχνικώτερα πάντα, καὶ χρυσὸς ὑπαλείφων τὸν ὄροφον, τῶν δὲ λίθων ὁπόσαι χλοάζουσιν αἱ μὲν κατεστρώννυντο, αἱ δὲ τοῖς τοίχοις ἡρμόζοντο, καὶ ἄλλη τις ἐφ’ ἑτέρᾳ ἐπήνθει, ἢ ἐφ’ ὁμοίῳ τῷ χρώματι ἢ ἐναλλὰξ παραλλάττουσαι· ὁ δὲ χρυσὸς ἀπὸ τῶν δημοσίων ταμιείων ὥσπερ ἐξ ἀφθόνων πηγῶν καχλάζοντι ἐπέρρει τῷ ῥεύματι. Ἀλλ’ οὔπω τέλος ὁ ναὸς ἐσχήκει, καὶ αὖθις πάντα ἠλλοιοῦτο καὶ μετετίθετο, καὶ διελέλυνται μὲν αἱ ἀκριβεῖς ἁρμονίαι τῶν λίθων, τοῖχοί τε διερρήγνυντο, καὶ ἀπεστρώννυντο σύμπαντα· ἡ δέ γε αἰτία, ὅτι ὁ πρὸς τοὺς ἑτέρους ναοὺς ἐκείνῳ ἀγὼν οὐ πάντη κατώρθωτο, ἀλλὰ πρὸς ἕνα τῶν πάντων ἁμιλληθεὶς, τὰ δευτερεῖα ἠνέγκατο· τεῖχος οὖν αὖθις ἕτερον κατεπήγνυτο, καὶ κύκλος ἀκριβὴς ὡς περὶ κέντρον τὸν τρίτον νεὼν τεχνικώτερον, ἵν’ οὕτως εἴποιμι, κατεγέγραπτο, καὶ πάντα λαμπρὰ καὶ αἰθέρια· ὁ μὲν γὰρ ναὸς ὥσπερ τις οὐρανὸς χρυσοῖς ἀστράσι πάντοθεν ἐπεποίκιλτο, μᾶλλον μὲν τὸ μὲν αἰθέριον σῶμα ἐκ διαστημάτων κατακεχρύσωται, ἐκείνῳ δὲ ὁ χρυσὸς, ὥσπερ ἐκ κέντρου ῥυεὶς ἀφθόνῳ τῷ ῥεύματι, πᾶσαν ἀδιαστάτως ἐπέδραμεν ἐπιφάνειαν· οἶκοί τε πέριξ περίδρομοι καὶ ἀμφίδρομοι, ἱππήλατα πάντα καὶ τοὺς ὀφθαλμοὺς οὐχ ὁρίζοντα, ἀλλ’ ἦσαν αἱ ἀκρότητες ἄγνωστοι, καὶ τὰ μὲν δεύτερα τῶν πρώτων μείζονα, τὰ δ’ ἐπὶ τούτοις λειμῶνες ἀνθέων πλήρεις, οἱ μὲν πέριξ, οἱ δὲ κατὰ μέσον διήκοντες, ὑδάτων δὲ ἀγωγὴ καὶ φιάλαι ἐκεῖθεν πληρούμεναι, καὶ τῶν ἀλσῶν τὸ μὲν μετέωρον, τὸ δ’ εἰς πεδιάδας καθειμένον, καὶ λουτροῦ χάρις ἀμύθητος· οὗ δὴ εἴ τις τὸ μέγεθος ἐπιμέμψασθαι βούλοιτο, εὐθὺς ἀνείργεται τῷ κάλλει καταλαμπόμενος· ἐξήρκεσε γὰρ τοῦτο τοῖς τοῦ μεγέθους ξύμπασι μέρεσιν, ὡς ἐθέλειν καὶ εἰς μείζονα ὄγκον οἰκοδομεῖσθαι, ὅπως ἡ χάρις ἐπιχυθείη τῷ λείποντι· οὐκ ἂν δέ τις εὐκόλως τοὺς ἔνδοθεν λειμῶνας πάντας συμπεριλάβοι, οὔτε ταῖς ὄψεσιν, οὔτε μὴν ταῖς νοήσεσιν.
Μιχαήλ Ψελλός, Χρονογραφία, Renauld, É. (επιμ.), Michel Psellos, Chronographie ou histoire d’un siècle de Byzance (976-1077) 2 (Paris 1928), κεφ. VI, σελ. 185-186.
Βυζαντινός ιστορικός του 12ου αιώνα αναφέρεται στο υπερβολικό κόστος του έργου του Κωνσταντίνου Μονομάχου
Μοναστήριον δὲ οἰκοδομῶν ὁ βασιλεὺς κατὰ τὰ λεγόμενα Μάγγανα ἐπ’ ὀνόματι τοῦ ἁγίου μεγαλομάρτυρος Γεωργίου, καὶ ἀφειδῶς τὰ δημόσια καταναλίσκων ἐν ταῖς οἰκοδομαῖς χρήματα, νῦν μὲν οἰκοδομῶν, νῦν δὲ καταστρέφων, εἰς μεγάλην ἤλασεν ἔνδειαν, ὡς πᾶσαν ἐπινοῆσαι διὰ τοῦτο καπηλείαν καὶ ἀτόπους καὶ σεσοφισμένας εἰσπράξεις ἐφευρηκέναι.
Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (επιμ.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), σελ. 476, 44-49.