The concern of Basil I for the restoration of capital’s churches upon which damages were inflicted
Ὁ δὲ φιλόχριστος Βασίλειος ὁ βασιλεὺς μεταξὺ τῶν πολεμικῶν ἀγώνων, οὓς διὰ τῶν ὑπὸ χεῖρα πολλάκις ὥσπερ ἀγωνοθετῶν πρὸς τὸ δέον κατηύθυνε, πολλοὺς τῶν ἱερῶν καὶ θείων ναῶν, ἐκ τῶν προγεγονότων διαρραγέντας σεισμῶν καὶ ἢ καταβληθέντας παντελῶς ἢ πτῶσιν ἀπὸ τῶν ῥηγμάτων σύντομον ὑπομεῖναι δηλοῦντας, ἐπιμελείᾳ τε διηνεκεῖ καὶ τῶν πρὸς τὴν χρείαν ἐπιτηδείων ἀφθόνῳ χορηγίᾳ καὶ παροχῇ τοὺς μὲν τοῦ πτώματος ἤγειρε, τῇ ἀσφαλείᾳ καὶ κάλλος προσθείς, τῶν δὲ τὸ ἀσθενὲς ἐνισχύσας διὰ τῆς τῶν δεόντων ἐπιβολῆς καὶ ἐπανορθώσεως τοῦ μὴ καταρρυῆναι ἀλλὰ πρὸς ἀκμὴν αὖθις ἐπανελθεῖν καὶ νεότητα ἐγένετο αἴτιος.
Vita Basilii 78, ed. I. Bekker, Theophanis Continuatus (Corpus Scriptorum Historiae Byzantinae, Bonn 1838), pp. 321-322.
Constantine VII turned the stable that patriarch Theophylaktos had built near Hagia Sophia into a gerokomeion
Δεῖ δὲ λέγειν καὶ περὶ τοῦ μετασκευασθέντος στάβλου εἰς γηροκομεῖον. ὄπισθεν γὰρ καὶ πλησίον τῆς πανθαυμάστου ἐκκλησίας τῆς μεγάλης στάβλος ἦν τῶν ἱππαρίων τοῦ πατριάρχου Θεοφυλάκτου· καὶ τοῦτον ἰδὼν ὁ ἀγαθός, οὐ δίκαιον κρίνας οἰκητήριον μετεποιήσατο καὶ γηροκομεῖον τοῦτο κατεσκεύασεν, καὶ πρὸς χορηγίαν τροφῶν καὶ περιβολαίων τοὺς ἐκεῖσε ἐτύπωσεν ἐτησίως λαμβάνειν.
Bekker I. (ed.), Theophanis Continuatus (Corpus Scriptorum Historiae Byzantinae, Bonn 1838), p. 449.10-16.