1. The foundation of the wall of Constantine
Χρὴ δὲ γινώσκειν ὅτι τῷ ͵εωλζʹ ἔτει τοῦ κόσμου, τῷ τρίτῳ μηνὶ τῆς δευτέρας ἐπινεμήσεως, τῇ εἰκοστῇ ἕκτῃ τοῦ Νοεμβρίου μηνός, ἡμέρᾳ τετάρτῃ ὄντος τοῦ ἡλίου εἰς τοῦ τοξότου τὸ ζῷδον (ὡροσκόπει δὲ Καρκῖνος), τὸ πρῶτον ἔτος τῆς σξεʹ ὀλυμπιάδος, ἐπήξαντο τοὺς θεμελίους τῶν δυσικῶν τειχῶν τῆς Κωνσταντινουπόλεως. Καὶ ιθʹ μησὶ τό τε χερσαῖον καὶ παράλιον τεῖχος μετὰ καὶ πλείστων οἰκοδομημάτων τῶν ἐν τῇ πόλει δομηθέντων ἀπαρτίσαντες, τῇ ἑνδεκάτῃ τοῦ Μαίου μηνὸς τὰ ἐγκαίνια τῆς πόλεως γεγόνασι καὶ προσηγορεύθη ἡ πόλις Κωνσταντινούπολις.
Pseudo-Kodinos, Patria Constantinopoleos, Ι.55, Preger, Th. (ed.), Scriptores originum Constantinopolitanarum II (Leipzig 1907; repr. 1975), pp. 142-3
2. The expansion of the city with the erection of the new wall
πολλῷ δὲ μείζονα τὴν πόλιν ἀποφῆναι βουλόμενος, τοῦ πάλαι τείχους ἐπέκεινα σταδίοις πεντεκαίδεκα τείχει περιέβαλε τὴν πόλιν ἀπολαμβάνοντι πάντα τὸν ἰσθμὸν ἀπὸ θαλάσσης εἰς θάλασσαν.
Zosimos, Historia Nova, II 30.4, Paschoud, Fr. (ed.), Zosime. Histoire Nouvelle 1 (Paris 1971), p. 92.
3. The location of the wall
Τὸ παλαιὸν τεῖχος τῆς Κωνσταντινουπόλεως, τουτέστιν ἀπὸ τοῦ καλουμένου Πετρίου ἔως τῆς πόρτας τοῦ Ἁγίου Αἰμιλιανοῦ, πλησίον τῆς καλουμένης Ράβδου.
Dindorf, L. (ed.), Chronicon Paschale I (CSHB, Bonn 1832), p. 494.
4. A description of the old Golden Gate (?) from the 15th century
Ταῦτα δὲ ἐνθυμηθεὶς ἐμνήσθην μεταξὺ καὶ τῆς ἐπὶ τῆς αὐτῆς ὀδοῦ τε καὶ γραμμῆς πρὸς δυσμὰς γενομένης ποτὲ πύλης τῆς πόλεως, πύργους ὄλους ἢ φρούρια εἰσιόντα, εἶπερ οἷόν τε ἦν κινεῖσθαι, καὶ ὁλκάδας αὐτοῖς λέφεσι καὶ ἱστοῖς δυναμένοις δέξασθαι, καὶ τῆς ὑπὲρ αὐτῆς λαμπούσης στοᾶς πόῥῥωθεν καὶ τοῦ μεγέθους τῶν ἐν αὐτῇ μαρμάρων· ἔτι δὲ τοῦ πρὸ αὐτῆς κίονος, ὃς καὶ αὐτὸς στήλην ἀνεῖχε.
Manuel Chrysoloras, «Ἐπιστολὴ πρὸς τὸν Ἰωάννην βασιλέα», Patrologia Graeca 156, col. 45 C-D.