Η ανέγερση (ή ανακατασκευή) της Βασιλικής Κινστέρνας από τον Ιουστινιανό Α΄
Ὅπερ δὲ ὕδατος εὐπορίας πέρι ἐνταῦθα διαπεπόνηται τῷ βασιλεῖ τούτῳ αὐτίκα δηλώσω. θέρους ὥρᾳ ἡ βασιλὶς πόλις ὕδατος ὑπεσπάνιζεν ἐκ τοῦ ἐπὶ πλεῖστον, καίπερ ἐς τοὺς ἄλλους καιροὺς διαρκὲς ἔχουσα. τοῦ γὰρ καιροῦ τηνικάδε αὐχμοὺς ἔχοντος ἐλασσόνως ἢ κατὰ τὰς ἄλλας ὥρας αἱ πηγαὶ τὸ ὕδωρ ἀποβλυστάνουσαι καταδεεστέραν παρείχοντο τὴν ὀχεταγωγίαν τῇ πόλει. διὸ δὴ ὁ βασιλεὺς ἐπενόει τοιάδε. κατὰ τὴν βασιλέως στοάν, ἵνα δὴ τὰς δίκας παρασκευάζονται οἵ τε ῥήτορες καὶ εἰσαγωγεῖς καὶ εἴ τινες ἄλλοι τοῦ ἔργου τούτου ἐπιμελοῦνται, αὐλή τίς ἐστιν ὑπερμεγέθης, περιμήκης μὲν καὶ εὔρους ἱκανῶς ἔχουσα, ἐν τετραπλεύρῳ δὲ περίστυλος οὖσα, οὐκ ἐπὶ γεώδους ἐδάφους τοῖς αὐτὴν δειμαμένοις, ἀλλ’ ἐπὶ πέτρας πεποιημένη. στοαί τε τὴν αὐλὴν περιβάλλουσι τέσσαρες, κατὰ πλευρὰν ἑκάστην ἑστῶσαι. ταύτην τε οὖν καὶ τῶν στοῶν μίαν, ἥπερ αὐτῆς τέτραπται πρὸς ἄνεμον νότον, ἐς βάθους μέγα τι χρῆμα κατορύξας Ἰουστινιανὸς βασιλεύς, ἀποβαλλομένοις τῇ περιουσίᾳ κατὰ τὰς ἄλλας ὥρας τοῖς ὕδασιν ἐς θέρος ἐν ἐπιτηδείῳ θησαυρὸν ἔθετο. δεχόμενα γὰρ τὰ ἔλυτρα τάδε τοῦ ὀχετοῦ τὴν ἐπιρροὴν ὑπερβλύζοντος στενοχωρουμένοις μὲν τοῖς ὕδασι τότε χαρίζεται χώραν, ποθεινῶν δὲ αὐτῶν γινομένων ἐπὶ καιροῦ τοῖς δεομένοις παρέχεται πόρον. οὕτω μὲν μὴ προσδεῖν Βυζαντίοις ποτίμων ὑδάτων βασιλεὺς Ἰουστινιανὸς διεπράξατο.
Προκόπιος, Περί κτισμάτων I. xi. 10-15, Haury, J. – Wirth, G. (επιμ.), Procopii Caesariensis opera omnia 4: De aedificiis libri VI (Leipzig 1964).