Η ανακαίνιση του ναού από το Βασίλειο Α΄
Ἀλλὰ καὶ τὸ τῶν θείων ἀποστόλων περιφανὲς καὶ μέγα τέμενος, τῆς προτέρας εὐπρεπείας καὶ ἀσφαλείας διαπεσόν, ἐρεισμάτων περιβολαῖς καὶ ταῖς τῶν διαρραγέντων ἀνοικοδομαῖς ὀχυρώσας, καὶ ἀποξέσας τὸ ἀπὸ χρόνου γῆρας καὶ τὰς ῥυτίδας περιελών, ὡραῖον αὖθις καὶ νεουργὸν ἀπετέλεσεν.
Βίος Βασιλείου 80, Bekker, I. (επιμ.), Theophanes Continuatus (CSHB, Bonn 1838), σελ. 323.
Τα ψηφιδωτά στο ναό των Αγίων Αποστόλων
Ἔκφρασις αὕτη τῶν Ἀποστόλων δόμου,
ἣν ἐξύφανεν ἐκ Ῥόδου Κωνσταντῖνος...
χρυσῷ δὲ μίγδην ὑέλῳ πεφυκότι
ἅπαν κατεχρυσωσε τοὔνδοθεν μέρος,
ὅσον τ’ ἐν ὕψει σφαιροσυνθέτου στέγης
χ’ ὅσον λαγόσιν ἁψίδων ὑπερφέρει, (745)
καὶ μέχρις αὐτῶν μαρμάρων πολυχρόων,
καὶ μέχρις αὐτῶν κοσμητῶν τῶν δευτέρων.
γράψας ἀέθλους καὶ σεβασμίους τύπους
τοὺς τὴν κένωσιν ἐκδιδάσκοντας Λόγου,
καὶ τὴν πρὸς ἡμᾶς τοὺς βροτοὺς παρουσίαν. (750)
Πρῶτον μὲν οὖν γε θαῦμα, παρθένῳ κόρῃ
τὸν Γαβριὴλ φέροντα σάρκωσιν Λόγου
καὶ χαρμονῆς πληροῦντα ταύτην ἐνθέου·
τὴν παρθένον λαλοῦσαν εὐσταθεῖς λόγους
πρὸς τὸν στρατηγὸν τῶν ἄνω στρατευμάτων, (755)
ζητοῦσαν ἑρμήνευμα τοῦ ξένου τόκου·
κακεῖνον αὖθις ἐκδιδάσκοντα τρόπον
τὸν ὅνπερ αὐτὴ συλλαβεῖν σπορᾶς δίχα
μέλλει τεκεῖν ἄνακτα κόσμου δεσπότην.
Τὸ δεύτερον δέ, Βηθλεὲμ καὶ τὸ σπέος, (760)
τὴν παρθένον τίκτουσαν ὠδίνων δίχα,
βρέφος τὲ σπαργάνοισιν ἠμφιεσμένον,
φάτνης πενιχρᾶς κείμενον ξενοτρόπως,
τοὺς ἀγγέλους μέλποντας ὕμνους ἐνθέους,
δόξαν τὲ προσνέμοντας ὑψίστῳ Λόγῳ (765)
ἐν γῇ τὲ τὴν πάντιμον εἰρήνην πέλειν,
εὐδοκίαν τὲ πρὸς βροτοὺς ἀφιγμένην
ἐκ τῶν ἄνωθεν τοῦ Θεοῦ πατρὸς θρόνων·
τῶν ποιμένων εὔηχον ἄγραυλον λύραν
ᾄδουσαν ᾆσμα τῶν Θεοῦ γενεθλίων. (770)
Τρίτον, μάγους σπεύδοντας ἐκ τῆς Περσίδος
εἰς προσκύνησιν τοῦ παναχράντου Λόγου,
οὓς ἦγεν ἀστὴρ τοῦ φανέντος δεσπότου
ποδηγετῶν τὲ καὶ διδάσκων τὸν τόπον
εἰς ὃν βασιλεὺς Ἰσραὴλ, Θεὸς μέγας, (775)
ἔμελλε τεχθήσεσθαι παρθένου κόρης,
ὥσπερ Βαλαὰμ ἐξεφώνησε πάλαι
ἐθνῶν ἁπάντων κυριεύειν τοῦ κράτους
καὶ γῆς ἁπάσης προσλαβεῖν τὴν κυρίαν. (σ. 58-9)
[...]
Ἕκτον, πρὸς αὐτὸ τὸ τρισόλβιον τ’ ὄρος
Θαβὼρ κατόψει Χριστὸν ἐμβεβηκότα (805)
σὺν τοῖς μαθητῶν προκρίτοις τὲ καὶ φίλοις,
μορφὴν ἐναλλάξαντα τὴν βροτησίαν,
καὶ μαρμαρυγαῖς ἡλίου σελασφόροις
λάμποντος αὐτοῦ τοῦ προσώπου βέλτιον
ὡς φῶς τὲ λευκῆς τῆς στολῆς δεδειγμένης, (810)
Μωσῆν τὲ τὸν μέγιστον Ἡλίαν θ’ ἅμα
μετ’ εὐλαβοῦς τὲ καὶ σεβάσματος ξένου
καὶ συμπαρόντας καὶ συνεστῶτας θ’ ἅμα
καὶ συλλαλοῦντας τοῦ Πάθους τὴν εἰκόνα,
οὗπερ παθεῖν ἔμελλεν εἰσιὼν πόλιν, (815)
φωτὸς νεφώδους συγκατεσκιακότος
αὐτὸν τε καὐτοὺς οἷς τὸ θαῦμα δεικνύει,
Θεοῦ τὲ πατρὸς μαρτυροῦντος ὑψόθεν
φωνῇ κραταιᾷ καὶ ξένῃ βροτῶν φύσει
820: ὡς υἱός ἐστιν ἠγαπημένος λίαν
αὐτοῦ θεουδής, κἂν βροτῶν φύσιν φέρῃ·
ἧσπερ μαθηταὶ βροντηδὸν τ’ ἀφιγμένης
ἀκουτίσαντες κάππεσον τεθηπότες
εἰς γῆν πρηνωπεῖς καὶ κάτω νεναυκότες,
825: οὓς αὐτὸς ἐξήγειρεν ἐκβαλὼν φόβον,
καὶ θράσος αὐτοῖς ἐμβαλὼν τῇ καρδίᾳ,
εἰπὼν τὸ θαῦμα μηδαμῶς τὰ νῦν λέγειν
ἕως ἂν αὐτὸς ἐξαναστῇ τοῦ τάφου. (σ. 60)
Legrand, E., “Description des oeuvres d’art et de l’église des Saints Apôtres de Constantinople. Poème en vers iambiques par Constantine le Rhodien”, Révue des Études Grecques 9 (1896), σελ. 58-9, 60.