Philaretos the Merciful buys a tomb in the monastery of Krisis:
ἀνῆλθεν εἰς τὸ μοναστήριον τὸ ἐπιλεγόμενον εἰς τὴν Κρίσιν—καὶ Ῥοδοφύλιόν τινες αὐτὸ καλοῦσιν, παρθένοι δὲ σεμναὶ ἐν αὐτῷ οἰκοῦσι—αἰτήσας μνημεῖον παρὰ τῆς ἡγουμένης καὶ δοὺς αὐτῇ χρυσίον ἱκανόν, ἔλαβε παρ’ αὐτῆς λάρνακα κενόν
Formy, M.H. ‑ Leroy, B.M. (ed.), «La Vie de s. Philarète», Byzantion 9 (1934), p. 151.
Basil I renovates the church of Apostle Andrew:
καὶ τὸν πλησιάζοντα δὲ τούτῳ κατὰ τὸ μέρος τὸ πρὸς δυσμὰς Ἀνδρ€ου τοῦ πρωτοκλήτου τῶν ἀποστόλων ναὸν ἐκ πολλῆς ἀμελείας διαρρυέντα εἰς τὸ ἀρχαῖον κάλλος τῇ δεούσῃ ἐπιμελείᾳ ἀνήγαγεν.
Vita Basilii in Theophanes Continuatus, ed. I. Bekker (CSHΒ, Bonn 1838), p. 323-4.
The first epigram of Planoudes on the patronage of Theodora Raoulaina for the church of St. Andrew in Krisei:
Στίχοι εἰς τὸν ναὸν τοῦ Ἁγίου Ἀνδρέου ὃν ἀνήγειρεν ἡ πρωτοβεστιαρία ἡρωελεγεῖοι Μαξίμου τοῦ Πλανούδη.
Πειθομένη σε δόμοισιν ἐν οὐρανίοισιν ἀληθὼς
ψυχῇ ναιετάειν, Ἀνδρέα κλεινότατε,
καὶ τῷ σώματι σεῖο νεὼν ἐδομήσατο τόνδε,
κάλλεσιν οὐρανίοις ἐν χθονὶ λαμπόμενον,
ἡ πάσαις ἐνὶ θηλυτέρῃσι σοφὴ Θεοδώρα (5)
ἀμφοτέρων τε λόγων κῦδος ἀναψαμένη.
Ἦ γενέτης μὲν ἔην Καντακουζηνὸς Ἰωάννης,
μήτηρ δ’ Εὐλογίη ἀξίη εὐλογίης,
σύγγονος οὖσα Παλαιολόγου Μιχαὴλ βασιλῆος,
οὗ γόνος Ἀνδρόνικος πλεῖον ἄνακτος ἄναξ, (10)
κοινωνὸς βιότου δὲ Ῥαοὺλ πέλεν Ἰωάννης.
τιμὴν εἰληφὼς πρωτοβεστιαρίου.
Αὕτη χηροσύνην ἔστερξεν ἀμέμπτως∙
ἔτρεφε νωλεμέως Χριστὸν ἐν ἐνδεέσι,
δόγματος ὀρθοτόμοιο χάριν πάθεν ἄλγεα πολλὰ, (15)
τίμα καὶ φιλίην εἴ τις ἐφημερίων.
Τοίη τῷ τοιῷδε τοιόνδε σοι εἵσατο νηόν,
Ἀνδρέα, καὶ σὺ χάριν πλούσιον ἀντιμέτρει.
Λάμπρος, Σ. Π. (ed.), «Επιγράμματα Μαξίμου Πλανούδη», Νέος Ελληνομνήμων 13 (1916), p. 415-6.