|
|
|
|
|
Quotations
|
|
The lifting of the Avar siege after the victory that the Byzantines won off Blachernae (attributed to the aid of the Virgin)
Ἐξῆλθαν δὲ καὶ οἱ Ἀρμένιοι τὸ τεῖχος Βλαχερνῶν, καὶ ἔβαλαν πῦρ εἰς τὸν Ἔμβολον τὸν παρεκεῖ τοῦ ἁγίου Νικολάου. καὶ νομίσαντες οἱ ἐξειλήσαντες κολύμβῳ ἐκ τῶν μονοξύλων Σκλᾶβοι Ἀβάρους εἷναι τοὺς ἱσταμένους παρὰ θάλασσαν, ὡς ἐκ τοῦ πυρός, ἐκεῖ ἐξελθόντες ἐσφάγησαν ἀπὸ τῶν Ἀρμενίων. ἄλλοι δὲ ὀλίγοι Σκλάβοι ἐξειλήσαντες κολύμβῳ, καὶ ἐξελθόντες ἐπὶ τὸ μέρος ἔνθα ἵστατο ὁ ἄθεος Χαγάνος, ἐσφάγησαν κατ' έπιτροπὴν αὐτοῦ. καὶ τοῦ θεοῦ κελεύσαντος διὰ τῶν πρεσβειῶν τῆς δεσποίνης ἡμῶν τῆς θεοτόκου, ἐν μιᾷ ροπῇ ἡ διὰ θαλάσσης γέγονεν αὐτῷ πτῶσις. ἐξέβαλον δὲ ὅλα τὰ μονόξυλα εἰς τὴν γῆν οἱ ἡμέτεροι, καὶ μετὰ τὸ ταῦτα γενέσθαι ὑπέστρεψεν ὁ ἐπικατάρατος Χαγάνος τὸ φωσᾶτον αὐτοῦ, καὶ ἤγαγεν τὰ μαγγανικὰ ἀπὸ τοῦ τείχους ἃ ἧν παραστήσας καὶ τὴν σοῦδαν ἣν ἐποίησεν, καὶ ἤρξατο καταλύειν τοὺς πυργοκαστέλλους οὓς ἐποίησεν, καὶ τῇ νυκτὶ ἔκαυσεν τὸ σουδᾶτον αὐτοῦ καὶ τοὺς πυργοκαστέλλους, καὶ τὰς χελώνας ἀποβυρσώσας ἀνεχώρησεν.
Chronicon Paschale, ed. L. Dindorf (CSHB, Bonn 1832), pp. 724.11-725.5.
|
|
|
|
|
|