|
|
|
|
|
Παραθέματα
|
|
The Nea Ekklesia built by Basil I
Ἀλλὰ τί στρεφόμεθα περὶ τὰ μικρὰ τῶν ἐκείνου, εἰ καὶ πάνυ μεγάλα καθέστηκε, καὶ οὐ προστιθέαμεν τὸ μέγα ἔργον καὶ ἀξιάγαστον, ὃ κατ’ αὐτὰς τὰς βασιλείους αὐλὰς αὐτὸς ἐπιστατῶν τε καὶ αὐτουργῶν ᾠκοδόμησεν; ὅπερ ἀρκεῖ καὶ μόνον τήν τε περὶ τὸ θεῖον αὐτοῦ δηλοῦν ὁσιότητα καὶ τὸ πρὸς τὰ ἐπιβαλλόμενα μεγαλουργόν τε καὶ θαύματος ἄξιον. ἀμειβόμενος γὰρ ὥσπερ τῆς περὶ αὐτὸν εὐμενείας τὸν δεσπότην Χριστὸν καὶ τὸν πρῶτον τῶν ἀγγελικῶν δυνάμεων Γαβριὴλ καὶ τὸν Θεσβίτην Ἠλίαν τὸν ζηλωτήν, ὃς καὶ τῇ αὐτοῦ μητρὶ τῆς πρὸς βασιλείαν τοῦ υἱοῦ ἀνυψώσεως ἐχρημάτισεν ἄγγελος, εἰς ὄνομα τούτων καὶ μνήμην ἀΐδιον, ἔτι δὲ τῆς θεοτόκου καὶ Νικολάου τοῦ ἐν ἱεράρχαις πρωτεύοντος, θεῖον καὶ περικαλλῆ ναὸν ἐδομήσατο, εἰς ὃν συνῆλθε τέχνη καὶ πλοῦτος καὶ ζέουσα πίστις καὶ ἀφθονωτάτη προαίρεσις, καὶ τὰ πανταχόθεν συνέδραμε κάλλιστα, ἃ τοῖς ὁρῶσι μᾶλλον ἢ τοῖς ἀκούουσιν οἶδα τυγχάνειν πιστά. ὃν ὡς νύμφην ὡραϊσμένην καὶ περικεκοσμημένην μαργάροις τε καὶ χρυσῷ καὶ ἀργύρου λαμπρότησιν, ἔτι δὲ καὶ μαρμάρων πολυχρόων ποικιλίαις καὶ ψηφίδων συνθέσεσι καὶ σηρικῶν ὑφασμάτων καταστολαῖς, τῷ ἀθανάτῳ προσήγαγε νυμφίῳ Χριστῷ. (84) ὅ τε γὰρ ὄροφος ἐκ πέντε συμπληρούμενος ἡμισφαιρίων στίλβει χρυσῷ καὶ εἰκόνων ὡς ἀστέρων ἀστράπτει κάλλεσιν, ἔξωθεν μετάλλοις ἐμφεροῦς χρυσίῳχαλκοῦ καλλυνόμενος, οἵ τε παρ’ ἑκάτερα τοῖχοι τῷ πολυτελεῖ καὶ πολυχρόῳ τῶν μαρμάρων καταποικίλλονται, καὶ τὰ ἄδυτα τοῦ ναοῦ καὶ χρυσῷ καὶ ἀργύρῳ καὶ λίθοις τιμίοις καὶ μαργάροις καταπεποίκιλται καὶ καταπεπλούτισται. καὶ αἱ τῶν ἐκτὸς διείργουσαι τὰ θυσιαστήρια κιγκλίδες καὶ τὰ ἐν αὐταῖς περίστυλα καὶ τὰ ἄνωθεν οἷον ὑπέρθυρα χρηματίζοντα οἵ τε ἐντὸς θᾶκοι καὶ αἱ πρὸ τούτων βαθμίδες καὶ αὐταὶ αἱ ἱεραὶ τράπεζαι, ἐξ ἀργύρου πάντα περικεχυμένον ἔχοντος τὸν χρυσὸν καὶ λίθοις τιμίοις ἐκ μαργαριτῶν ἠμφιεσμένοις πολυτελῶν τὴν σύμπηξιν καὶ σύστασιν ἔχουσιν. αὐτὸ δὲ τὸ ἔδαφος σηρικῶν ὑφασμάτων ἢ Σιδονίων ἔργων ἐφηπλωμένων δόξει τυγχάνειν ἀνάπλεων· οὕτω πᾶν ἐξωράϊσται καὶ καταπεποίκιλται τῷ πολυχρόῳ τῶν ὑποκειμένων ἐκ μαρμάρων πλακῶν καὶ ταῖς πολυειδέσι τῶν ταύτας περικλειουσῶν ψηφίδων ζώναις καὶ τῷ τῆς ἁρμογῆς ἀκριβεῖ καὶ τῷ περιττῷ τῆς περιθεούσης ἐν ἅπασι χάριτος. ἔνθα καὶ πλῆθος ᾀδόντων ἐξυπηρετουμένων ἀφώρισε καὶ προσόδους ἱκανὰς ἀπέταξεν, ἃς φιλοτίμως καὶ μεγαλοπρεπῶς διανέμεσθαι τοῖς προσανέχουσι τῷ τοιούτῳ ἱλαστηρίῳ προσέταξεν, ὑπερβαλέσθαι σχεδὸν τοὺς πρὸ αὐτοῦ πάντας τῇ περὶ τὰ τοιαῦτα μεγαλοδωρεᾷ φιλοτιμησάμενος. Vita Basilii, in Theophanes Continuatus 5.83-86, ed. I. Bekker, CSHB (Bonn 1838), pp. 325-26 [transl. Mango C., The Art of the Byzantine Empire, 312-1453: Sources and Documents (London 21986), pp. 194]
The Nea Ekklesia stripped from furniture and vessels by Isaak II Angelos
καὶ τὸν ἐν τῷδε τῷ ἀνακτόρῳ περιώνυμον ναόν, ὃς Νέα κικλήσκεται, θείου παντὸς ἐπίπλου καὶ ἱεροῦ σκεύους ἐψίλωσε. He also denuded of all its sacred furniture and vessels the famous church in the palace which is called the Nea monastery.
Niketas Choniates, Historia, ed. J. van Dieten, CFHB 11.1 (Berlin 1975), p. 443 [transl. Mango, C., The Art of the Byzantine Empire, 312-1453: Sources and Documents (London 21986), p. 237]
|
|
|
|
|
|