The alleged derivation of the name of Daphne, according to John Lydos
φασὶ <δὲ> Λατῖνον ἐκεῖνον τοῦ Τηλεγόνου μὲν ἀδελφὸν, Κίρκης δὲ παῖδα, πενθερὸν δὲ Αἰνείου, κτίζοντα τὴν τῆς Ῥώμης ἀκρόπολιν πρὸ τῆς παρουσίας Αἰνείου εὑρεῖν ἐπὶ τοῦ τόπου δάφνην κατὰ τύχην καὶ οὕτως πάλιν ἐᾶσαι αὐτὴν ἐκεῖσε διαμένειν· καὶ διὰ τοῦτο ἐνταῦθα Δάφνην προσαγορεύουσι τὸ Παλάτιον.
John Lydos, De Mensibus, ed. R. Wünsch, Ioannis Lydi liber de mensibus (Leipzig 1898; repr. Stuttgart 1967), p. 163.
The alleged derivation of the name of Daphne, according to the Patria
Ἡ δὲ Δάφνη ἐκλήθη διὰ τὸ ἵστασθαι ἐκεῖσε στήλη ὄνομα φέρουσα Δάφνης· ἀπὸ γὰρ τῆς Ῥώμης ἤφεραν αὐτήν· εἰς μαντεῖον γὰρ ἦν ἐκεῖσε· ἀλλὰ καὶ στεφάνους ἀπὸ δάφνης ἐλάμβανον οἱ ἄρχοντες κατὰ τὸν Ἰανουάριον μῆνα.
Pseudo-Kodinos, Patria Constantinopoleos, ed. Th. Preger, Patria Constantinopoleos II [Leipzig 1907; repr. New York 1975], p. 256.