|
|
|
|
|
Παραθέματα
|
|
The building of the Baths by Septimus Severus according to the Patria of Constantinople
a. Παυσαμένου δὲ τῆς ὀργῆς τοῦ Σεβήρου αὖθις εἰς μείζονα κόσμον ἐπανῆλθον λουτρὸν μὲν αὐτοῖς μέγιστον κατὰ τὸν τοῦ Διὸς Ἱππίου βωμόν, ἤτοι τὸ Ἡρακλέους ἄλσος καλούμενον (ἔνθα τὰς Διομήδους αὐτόν φασι δαμάσαντα ἵππους Ζεύξιππον τὸν τόπον ὀνομάσαι), πολυτελῶς ἐγείραντος...
Hesychios, Patria Constantinopoleos, ed. T. Preger, Scriptores originum Constantinopolitanarum 1 (Leipzig 1901; repr. 1975), p. 16.
b. Τότε ὁ Σευῆρος πρὸς θεραπείαν τοῦ συμπενθεροῦ αὐτοῦ Νιγέρου ἔκτισε δύο βαλανεῖα, ἔσωθεν μὲν τῆς πόλεως καὶ πλησίον τοῦ παλατίου τὸ καλούμενον Ζεύξιππον, ἔξωθεν δὲ τῆς πόλεως τὰ νῦν καλούμενα Καμίνια, λουτρὸν εὐμέγεθες καὶ ἀξιοθαύμαστον.
Pseudo-Codinos, Patria Constantinopoleos, ed. T. Preger, Scriptores originum Constantinopolitanarum 2 (Leipzig 1907; repr. 1975), p. 135.
The Baths of Zeuxippos still in use in 713.
Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἄβας τὴν Ῥωμανίαν καὶ παρέλαβεν Ἀντιόχειαν Πισιδίας μετὰ πολλῆς αἰχμαλωσίας, καὶ ὑπέστρεψεν. ἐγένετο δὲ σεισμὸς μέγας κατὰ τὴν Συρίαν μηνὶ Περιτίῳ κηʹ. διετοῦς δὲ χρόνου τῆς βασιλείας Φιλιππικοῦ ἐν τούτοις παραδραμόντος, καὶ τοῦ γενεθλίου ἱππικοῦ ἐπιτελουμένου, Πρασίνων νικησάντων, ἔδοξε τῷ βασιλεῖ τῷ σαββάτῳ τῆς πεντηκοστῆς καβαλλάριον μετὰ δοχῆς καὶ ὀργάνων εἰσελθεῖν καὶ λούσασθαι εἰς τὸ δημόσιον λουτρὸν τοῦ Ζευξίππου καὶ μετὰ πολιτῶν ἀρχαιογενῶν ἀριστῆσαι.
Theophanes, Chronographia, ed. C. de Boor, Theophanis chronographia 1 (Leipzig 1883; repr. Hildesheim 1963), p. 383.
|
|
|
|
|
|