Procopios on the demoi being united in the Nika Riots (532)
Ἕως μὲν οὖν ὁ δῆμος ὑπὲρ τῶν ἐν τοῖς χρώμασιν ὀνομάτων τὸν πόλεμον πρὸς ἀλλήλους διέφερον, λόγος οὐδεὶς ἦν ὧν οὗτοι ἐς τὴν πολιτείαν ἡμάρτανον· ἐπεὶ δὲ ξυμφρονήσαντες, ὥσπερ ἐρρήθη, ἐς τὴν στάσιν κατέστησαν, ἐκ τε τοῦ ἐμφανοῦς ἀνὰ πᾶσαν τὴν πόλιν ἐς αὐτοὺς ὕβριζον καὶ περιιόντες ἐζήτουν ἐφ’ ᾧ κτείνωσι.
J. Haury, G. Wirth (ed.), Procopii Caesariensis opera omnia I: De bellis libri I-IV (Lipsiae 1962), Ι.24.17, p. 126.17-23.
Michael Attaleiates mentions the great number of senators who were getting rents under Nikephoros III Botaneiates (1078-1081)
πᾶσα γὰρ ἡ σύγκλητος, ὑπὲρ μυριάδας ἀνδρῶν παραμετρουμένη, κατ' ἄνδρα καὶ κεφαλὴν μεγάλων ἠξιοῦντο τιμῶν, τετραρίθμους καὶ πενταρίθμους βαθμοὺς ὑπερβαινουσῶν, ὡς μηδὲ αὐτὸν τὸν πρωτοβεστιάριον ἐκ τοῦ βασιλέως δύνασθαι παραλαμβάνειν τοὺς τιμωμένους καὶ τὰς ἀξίας ἐπιφωνεῖν, ἀλλὰ συναντᾶσθαι παρὰ τῶν τιμῶν συχνῶς καὶ ὑποστρέφειν ἐπὶ τὴν προβολὴν καὶ αὖθις ἀνθυποστρέφειν, ἢ καὶ ἐπὶ τοῦ αὐτοῦ ἱστάμενον ἄλλ' ἐπ' ἄλλοις καταλαμβάνοντας ἐπισπεύδειν αὐτ.. τὰς τιμωμένων ἐκφωνήσεις, καὶ μόχθον σχεῖν τηλικοῦτον ὅσος αὐτῷ καὶ τὴν φωνὴν περιέκοψεν.
W. Brunet de Presle, I. Bekker (ed.), Michaelis Attaliotae, Historia (Corpus Scriptorum Historiae Byzantinae, Bonnae 1853), p. 275.12-22.
Part of the letter of George Scholarios, leader of the faction against the Union of the Churches and later Partiarch Gennadios II (1454-1456, 1463, 1464-1465)
«Ἄθλιοι Ῥωμαῖοι, εἰς τί ἐπλανήθητε καὶ ἀπεμακρύνατε ἐκ τῆς ἐλπίδος τοῦ Θεοῦ καὶ ἠλπίσατε εἰς τὴν δύναμιν τῶν Φράγγων καὶ σὺν τῇ Πόλει, ἐν ᾗ μέλλει φθαρῆναι, ἐχάσατε καὶ τὴν εὐσέβειάν σας; Ἵλεώς μοι, Κύριε· Μαρτύρομαι ἐνώπιόν σου, ὅτι ἀθῶός εἰμι τοῦ τοιούτου πταίσματος. Γινώσκετε ἄθλιοι πολῖται, τί ποιεῖτε; Καὶ σὺν τῷ αἰχμαλωτισμῷ, ὃς μέλλει γενέσθαι εἰς ὑμᾶς, ἐχάσατε καὶ τὸ πατροπαράδοτον σέβας καὶ ὡμολογήσατε τὴν ἀσέβειαν· Οὐαὶ ὑμῖν ἐν τῷ κρίνεσθαι»· …
V. Grecu, Ducas, Istoria turco-bizantină (1341-1462) (Scriptores Byzantini 1, Bucureşti 1958), XXXVI.3, p. 317.3-9